Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.623
Not analysed yet
ᾄδουσιν, οἱ καὶ ἀχέται παρὰ Ἡσιόδῳ, ἄφωνοι δὲ τὸ τῶν θηλειῶν εἶδος, οἱ καὶ τηγονίαι. [ὃ διδασκαλία εἴη ἂν σιγῆς κοσμούσης γυναῖκας, κατὰ τὸ «γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει». εἰς δὲ τὸ αὐτὸ συντελεῖ πρὸς ἄλλοις καὶ τὸ τῶν θηλειῶν ἀηδόνων ἀμελὲς καὶ ὁ φώς ἐκ τοῦ φῶ, τὸ λέγω.] Ὅλη δὲ διόλου παρατετηρημένως ἡ παραβολὴ ἐνταῦθα εὐάρμοστός ἐστι τῷ πράγματι. ψυχροὶ γὰρ καὶ ᾠδικοὶ τέττιγες ἀφ' ὕψους ἠχοῦντες παραβάλλονται ψυχροῖς καὶ λογίοις δημογέρουσιν ἐν ὑψηλῷ τῷ τείχει λαλοῦσι. Σημείωσαι δέ, ὅτι τὸν μὲν μέγιστον τέττιγα ἀχέταν καλοῦσιν οἱ παλαιοὶ κατὰ Παυσανίαν, κερκώπην δὲ τὸ ἐλάχιστον τεττίγιον, τὸ δ' αὐτὸ καὶ καλαμαῖον, τὸ δὲ μετὰ τοῦτο τιτιγόνιον, ἴσως παρὰ τὸ τιτίζειν, περὶ οὗ προδεδήλωται. [Σημείωσαι δέ, ὅτι ὤκνησεν Ὅμηρος πλατῦναι τὴν παραβολὴν τῶν τεττίγων διὰ τὸ μὴ πάνυ σεμνῶς αὐτὴν ἔχειν πρὸς ῥητορείαν λαμπράν. τί γὰρ ἡδὺ τέττιξ ἠχῶν; διὸ πρὸς μόνην συνέχειαν λαλιᾶς καὶ ῥοῖζον ἀδιεχῆ καὶ εὔροιαν ἤχου καὶ φωνῆς τορότητα εἴληπται ἡ ποιητικὴ παραβολή. ἡδύτης μέντοι λόγου παραβάλλεται ἐν τῷ «μέλιτος γλυκίω ῥέεν αὐδήν», ὡς εἶναι τὸν Ἑλληνικὸν ἐκεῖνον ῥήτορα, μελίρρυτον ἐν τῷ αὐδᾶν. οὕτω καὶ ὁ λέγων «ἔπεα νιφάδεσσιν ἐοικότα», δι' εὐπορίαν καὶ πυκνότητα νοημάτων, ἤδη δὲ καὶ δεινότητα καὶ σαφήνειαν, παραβέβληται πρὸς νιφάδας, οὐ μὴν διὰ τὴν ἐν λόγῳ γλυκύτητα. εἷς οὖν παρ' Ὁμήρῳ μελίγηρυς ῥήτωρ, ὁ Νέστωρ, οἱ δὲ λοιποὶ κατ' ἄλλος ἄλλον τρόπον παραβάλλονται, οἷον οἱ βαρβαρικώτερον τοροὶ τέττιξι τοῖς τραχυφώνοις, οἱ λέγειν εὔποροι καὶ δεινοὶ καὶ σαφεῖς νιφάσιν, οἱ ὑψηλοὶ καὶ σεμνοὶ θεογραφίᾳ κατὰ τὸ «τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει». ἀηδὼν δὲ θαμὰ τρωπῶσα φωνὴν μονῳδικὴν παραβάλλει ῥητορικήν. οὕτω καὶ ὁ ῥήτωρ ἀναπτυσσόμενος ἐτυμολογικῶς ὕδατος παραβάλλεταί πως ῥεύματι. ἐκ τοῦ ῥέω