Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.625
Not analysed yet
φιλήκοος ἀκροατὴς μαθήσεται. λαλήσει δέ τι πρὸς ἱστορίαν καὶ αὐτὸς ὁ Πρίαμος παλαιά τινα διδάσκων. καὶ ὁ Ἀντήνωρ δὲ Τρωϊκά τινα ἐρεῖ. ὁ πλείων δὲ λόγος ὡς διδασκάλῳ τῇ καλῇ Ἑλένῃ ἀνακείσεται, ἵνα μὴ μόνον ἀέθλους πολεμικοὺς ἐμπάσσῃ τῇ προρρηθείσῃ κατ' αὐτὴν μαρμαρέῃ δίπλακι, ἀλλὰ καὶ ἱστορίας ἐνθήσει τῷ καθ' Ὅμηρον τούτῳ πτυκτῷ πίνακι. (v. 154—8) Ἰστέον δέ, ὅτι καλὴν εἶναι τὴν Ἑλένην καὶ ὁ τῶν δημογερόντων ἐνταῦθα λόγος βεβαιοῖ, ὧν ὁ μὲν μανιώδης ἔρως ἀπεπτερύξατο, ἡ δὲ δι' ὀφθαλμῶν τοῦ κάλλους κρίσις παραμεμένηκεν. οἳ καὶ λέγουσιν, ὅτι «οὐ νέμεσις», ἤτοι οὐ νεμεσητὸν καὶ δικαίως μεμπτόν, «Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεαῖς εἰς ὦπα ἔοικεν». ἦκα δέ, τουτέστιν ἡσύχως, πρὸς ἀλλήλους ἔπεα τοιαῦτ' ἀγόρευον, διότι τε αἰσχύνην αὐτοῖς φέρει κάλλος τοιοῦτον θαυμάζειν ἐν ἡλικίᾳ ἐξώρῳ, οὓς ἔδει ἀφυβρίσαι ἤδη. καὶ ὅτι φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία. (v. 155) Δῆλον δέ, ὡς ἀπὸ τοῦ ἀκήν τὸ ἦκα γίνεται καθ' ὁμοιότητα τοῦ ἀμφαδίην ἀμφαδά, κρύβδην κρύβδα, κύβδην κύβδα. (v. 156) Σκοπητέον δέ, εἰ μὴ ψεύδεται τὸ «οὐ νέμεσις». πῶς γὰρ οὐ νέμεσις περιέπεσθαι γυναῖκα, ἧς τὸ μὲν καλὸν εὐμορφία, τὸ δὲ κακὸν πανωλεθρία; ἢ ἁπλῶς μὲν οὐ νέμεσις περὶ τοιαύτης μάχεσθαι—περιμάχητα γὰρ τὰ καλά—πῇ δὲ νέμεσις, ἣν ὁ ἐπιγνοὺς ἐρεῖ ἂν κατὰ τοὺς δημογέροντας τὸ «οἰχέσθω, μή ποτε ἡμῖν πῆμα γένοιτο», ἵνα μὴ ἐξ ἰδίας ἀνοίας, ὃ δὴ λέγεται, τῆς τοῦ Πάριδος, κοινὸν κακὸν γένηται. (v. 156—8) Τοῦτο δὲ τὸ χωρίον, τὸ «οὐ νέμεσις» καὶ τὰ ἑξῆς, τρίγωνον ἔφασαν οἱ καὶ περὶ τοιαῦτα καταγινόμενοι. εἰ γάρ τις τρίγωνον καταγράψει πλευρὰς ποιήσας τοὺς τρεῖς τούτους στίχους, ἐξ οἵου ἂν ἀδιαφόρως ἄρξηταί τις στίχου, δυνατόν ἐστιν ἀκωλύτως καὶ τοὺς ἑξῆς δύο συνείρεσθαι καὶ τὴν αὐτὴν διάνοιαν σῴζεσθαι. καὶ ἀρχέτυπον τοῦτο γενέσθαι λέγουσι τοῦ τοιούτου ἔργου τοῖς ὕστερον Ἐπιγραμματοποιοῖς. (v. 155) Ἰστέον δέ, ὅτι τὸ ἦκα, ὅ ἐστιν ἡσύχως, φθέγγεσθαι τοὺς δημογέροντας ἀμφότερα φυλάσσει, καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ τὸ τοῖς πρεσβυτέροις, ὡς εἴρηται, πρέπον. πταίουσιν οὖν κατὰ τοὺς παλαιοὺς οἱ μεταγράφοντες ὦκα. ἄλλως γὰρ καὶ βραδυλόγοι οἱ γέροντες. (v. 156) Κἀκεῖνο δὲ εἰδέναι οὐκ ἀχρεῖον, ὅτι τὸ «οὐ νέμεσις» εἰς παροιμίαν ἔπεσεν ἐπὶ τῶν ἐχόντων μέν τι, ὅπερ ἂν ἔχοι τις οὐκ ἐπαινεῖν, ὅμως δὲ ἄλλως φιλουμένων διά τι σεμνὸν λόγου ἄξιον. σοφὸς γοῦν τις οὐ πάνυ παλαιὸς διὰ μόνον αὐτὸ τοῦτο τὸ «οὐ νέμεσις» πολὺν πλοῦτον βασιλικὸν περιέθετο κατὰ καιρὸν λαλήσας αὐτὸ εἰς ἔπαινον βασιλίδος, ἐχούσης μέν τι μέμψεως, καλῆς δὲ ὅμως.