Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.624
Not analysed yet
γάρ, ὡς ῥύδην χέων αὐδήν.] ὕλην δὲ τὸ ὀρεινὸν δάσος καὶ νῦν, ὡς καὶ πανταχοῦ, λέγει ὁ ποιητής. (v. 152) Τὸ δὲ δενδρέῳ πλεονασμόν τε ἔχει τοῦ ε καὶ πάθος πάσχει συνιζήσεως, ὡς τὸ «χρυσέῳ ἀνὰ σκήπτρῳ» παθὸν οὕτω καὶ αὐτὸ διὰ πλείω χασμῳδίαν καὶ σεμνότητα φωνῆς. ἐνεχώρει γὰρ ἄλλως εἰπεῖν δένδρῳ ἐφεζόμενοι, ὥσπερ καὶ τὸ «Πηληιάδεω Ἀχιλῆος» ἦν μὲν εἰπεῖν «Πηληϊάδου Ἀχιλῆος». οὐκ ἠθέλησε δέ, ὡς καὶ ἐκεῖ ἐρρέθη, ἀλλ' ἔφρασε μᾶλλον σεμνότερον. ὅτι δὲ ὁ στίχος τὸ «δενδρέῳ ἐφεζόμενοι» προκέφαλός ἐστι, καθὰ καὶ τὸ «χρυσέῳ ἀνὰ σκήπτρῳ», ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς. Ἰστέον δέ, ὅτι ἐν τῷ Αἰλίου Διονυσίου Λεξικῷ φέρεται, ὅτι λέγεται οὐ μόνον δένδρον, ἀλλὰ καὶ δένδρεον καὶ δένδρος. φησὶ γοῦν, ὅτι δένδρον μᾶλλον ἢ δένδρος καὶ δένδρα μᾶλλον ἢ δένδρη, καὶ αἱ πτώσεις δένδρου καὶ δένδρῳ μᾶλλον ἢ δένδρει καὶ δένδρους. Ξενοφῶν δέ, φησίν, ἐκείνως μᾶλλον ὀνομάζει δένδρος καὶ δένδρει καὶ δένδρεσι καὶ δένδρη καὶ δένδρεα. Ὅμηρος δὲ ἔνθα μὲν δένδρεα λέγει, ἔνθα δέ «δενδρέῳ ἐφεζόμενοι». ὅτι δ' ἐκ τοῦ δένδρου καὶ δενδρυάζειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται, τὸ δρυσὶ σκέπεσθαι καὶ τὸ καθ' ὕδατος δύεσθαι, τὰ ῥητορικὰ δηλοῦσι Λεξικά. ὁ δὲ ῥηθεὶς Διονύσιός φησι καί, ὅτι φωνήν τινα καλοῦσιν οἱ φωνασκοὶ δενδρυάζουσαν. (v. 153) Ἡγήτορες δὲ Τρώων οἱ δημογέροντες ἀντὶ τοῦ ἡγεμονικοὶ καὶ βασιλικοί, οὐ μὴν βασιλεῖς. ἢ καὶ ἄλλως, οἱ ποτε στρατηγοὶ ἐν νεότητι. προσέθηκε δὲ Ὅμηρος τοῦτο ὑψῶν τοὺς δημογέροντας, ἵνα μὴ δόξωσιν εὐτελεῖς διὰ τὴν ἐκ τοῦ δήμου παρωνυμίαν. ὁ γὰρ δῆμος εὐτέλειαν ἔστιν ὅτε δηλοῖ, ὡς τὸ «οὔ σε ἔοικε δῆμον ἐόντα», ἤγουν δημοτικὸν καὶ εὐτελῆ. ὁ δὲ μῦθος τῶν τεττίγων ἐγχώριος. καὶ γὰρ Τρωϊκὸς ἦν ὁ Τιθωνός, ὃν ὁ μῦθος μετέβαλεν εἰς τέττιγα. ἴσως δὲ καὶ ἐκεῖνος μυθεύεται παθεῖν οὕτως ὡς περὶ τὸ γῆρας λαλίστερος. Σημείωσαι δέ, ὅτι σεμνύνων τοὺς ᾠδικοὺς τέττιγας τὸν τερετισμὸν αὐτῶν ὡς ἔμμουσον ὄπα λειριόεσσαν ἔφη, ὥς που καὶ ταῖς Μούσαις ὄπα καλὴν εἶναί φησιν, ἀφ' ἧς καὶ ἡ Καλλιόπη σύγκειται. Ὅτι ἡ τῶν δημογερόντων, ὡς ἐρρέθη, ἐν τῷ πύργῳ καθέδρα γίνεται μὲν κατά τι ἔθος, καθά που καὶ ἀλλαχοῦ φησιν ὁ ποιητὴς τῷ τείχει ἐφεστάναι ἄνδρας, οὓς ἔχε γῆρας, ἀλλ' ἐκεῖ μὲν χάριν μόνον φυλακῆς, ἐνταῦθα δὲ τὸ πρᾶγμα τῷ ποιητῇ γίνεται χρήσιμον καὶ εἰς ἱστοριῶν ἐπεισόδιον, ὡς δειχθήσεται. γλιχομένῳ γὰρ τῷ Ὁμηρικῷ ἀκροατῇ, ὡς εἰκός, μαθεῖν, οἷοι μὲν οἱ τῶν Ἀχαιῶν βασιλεῖς, οἷοι δὲ καὶ τῶν ἀριστέων τινές, ἀποπλήσει τὴν ἐπιθυμίαν συμμέτρως ἅμα καὶ εὐμεθόδως ἐνταῦθα ὁ ποιητής. καὶ Πρίαμος μὲν πεύσεται τῆς Ἑλένης, οἷα γεγυμνωμένους ἄρτι τοὺς Ἕλληνας ὁρῶν καὶ μὴ ἔχων, καθὰ πρίν, ἐκ παρασήμων τινῶν γνωρίζειν αὐτούς, ὡς ὅπλων γυμνούς. ἡ δὲ ἀποκρινεῖται ὡς εὖ πάλαι εἰδυῖα καὶ λαλήσει πρὸς ἱστορίαν καὶ οὕτως ὁ