Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.627
Not analysed yet
σονται, οὐδὲν δὲ ὅμως δρῶσι πρὸς ἐξάλυξιν. ἐπεῖχε γὰρ αὐτοὺς οὐχ' οὕτω τὸ κάλλος τῆς Ἑλένης, ὅσον τὸ χρεών, ἤτοι τὸ μοιρίδιον. εἰ δὲ τοὺς γέροντας οὕτω τὸ κάλλος τῆς Ἑλένης διατίθεται, τί ἄρα περὶ τῶν νεωτέρων οἰητέον, οἳ φέρουσι κινδυνεύοντες δι' αὐτήν; (v. 161) Ὅτι τὸ «Πρίαμος Ἑλένην ἐκαλέσσατο φωνῇ» πρὸς διαστολὴν ὁ ποιητὴς λέγει τῆς διὰ νεύματος κλήσεως ἢ δι' ἀγγέλου ἢ χειρῶν. ὅρα δὲ τὸ ἐκαλέσσατο παθητικῶς λεχθέν, ᾧ ἀκόλουθον τὸ προσκαλεσάμενος. παρὰ δὲ τοῖς ὕστερον Ἀττικοῖς δικαστικὴ λέξις τὸ τοιοῦτον, ὡς δηλοῖ καὶ τὸ «καλοῦμαι Στρεψιάδην». (v. 162) Ὅτι πρὸς γνησίαν νεότητα οἰκεῖον λαληθῆναι ἀπὸ γέροντος τὸ «δεῦρο πάροιθ' ἐλθοῦσα», ἢ ἐλθών, «φίλον τέκος, ἵζευ ἐμεῖο». ἐνταῦθα δὲ ὅρα, ὅτι ὁ πρὸ μικροῦ εἰπών, ὡς ἐν νηυσὶ νεέσθω ἡ Ἑλένη, οὕτω συντόμως μεταβαλὼν φιλιοῦται αὐτῇ, ὥστε καὶ προσκαλεῖται καὶ φίλον τέκος ὀνομάζει καὶ πάροιθεν ἑαυτοῦ καθίζει. οὕτω ἐφελκυστικάς τινας εἶχεν ἐκείνη πόθου ἴυγγας. τὸ δέ «δεῦρο» νῦν μὲν τὸ ἐλθέ δηλοῖ, ἀλλαχοῦ δέ ποτε τὸ ἐνθάδε, ὡς καὶ Αἴλιος Διονύσιός φησιν. (v. 164) Ὅτι οὐ μόνον αἴτιος παρ' Ὁμήρῳ ἁπλῶς δίχα συντάξεως ὁ αἰτιατέος ἤτοι μεμπτέος κατὰ τὸ «ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν», ἀλλὰ καὶ κατὰ σύνταξιν κοινότερον ὁ πρόξενος τοῦδέ τινος, ἀγαθοῦ ἢ φαύλου. διὸ ἐνταῦθα τὸ «οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν», ἀμφοτέρως νοεῖται, ὅτι τε οὐ σὲ μέμφομαι ἀλλὰ τοὺς θεοὺς καὶ ὅτι οὐ σύ μοι αἰτία εἶ πολέμου, ἀλλὰ θεοὶ αἴτιοί εἰσι πολέμου. (v. 165) Ὅτι δὲ λείπει τὸ πολέμου, δηλοῖ Ὅμηρος ἐπαγαγὼν τὸ «οἵ μοι ἐπήγαγον πόλεμον». διὸ αὐτοὶ τούτου αἴτιοι. ἐνταῦθα δὲ ὅρα καί, ὅτι, ὥσπερ καθίζω αὐτοπαθῶς ἀντὶ τοῦ κάθημαι καὶ ἀλλοπαθῶς ἀντὶ τοῦ καθίζω ἄλλον, οὕτω καὶ ἐφορμῶ οὐ μόνον ἐγὼ κατά τινος, ἀλλὰ καὶ ἕτερον κατ' ἄλλου, ὡς δηλοῖ τὸ «οἵ μοι ἐφώρμησαν πόλεμον [πολύδακρυν», ὃ ταὐτόν ἐστι τῷ ἀρίδακρυν, ὅπερ ἐντεῦθεν ἡ παροιμία ὑπηγάγετο εἰποῦσα τὸ «ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρες». δῆλον δέ, ὡς τὸ μὲν πρᾶγμα πολύδακρυν ἔχει τὸν πολλῶν δακρύων αἴτιον, ἡ δὲ γραφικὴ τέχνη δακρυόεντα προφέρει αὐτὸν συμβολικῶς καὶ σκυθρωπόν, ὥσπερ καὶ αἵμασι πεφυρμένον καὶ ἰδεῖν ἄγριον.] (v. 163) Ὅτι πολλαχοῦ ὁ ποιητὴς ἐπὶ τῶν καθ' αἷμα συγγενῶν τὸ φίλος τιθεὶς ἐξ αὐτῶν μεταφέρει καὶ εἰς ἄλλας οἰκειότητας. καὶ ἐνταῦθα οὖν ἐν τῷ «ὄφρα ἴδῃς πρότερόν τε πόσιν, πηούς τε φίλους τε»,