Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.628
Not analysed yet
πηοὺς μὲν δοκεῖ λέγειν τοὺς ἐξ ἀγχιστείας οἰκείους, φίλους δὲ τοὺς ἀφ' αἵματος. [Τὸ δὲ ἴδῃς γράφεται καὶ ἴδῃ μετὰ προσγεγραμμένου τοῦ ι, ὡς ἀπὸ κράσεως τοῦ ἴδηαι, οὗ πρῶτον μὲν τὸ ἴδωμαι, δεύτερον δὲ τὸ ἴδηαι, οὗ χρήσεις πολλαί.] (v. 168—70) Ὅτι τῇ μὲν κεφαλῇ κατὰ τὸν τοῦ Πριάμου λόγον καὶ μείζονες ἄλλοι τοῦ Ἀγαμέμνονος ἦσαν, ὃν πρὸ τούτου Διῒ ἴκελον τὴν κεφαλὴν Ὅμηρος ἔλεγεν ἤτοι ἡγεμονικόν. «καλὸν δέ», φησίν, «οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖς οὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε». καὶ σημείωσαι, ὅτι πρὸ τούτου ἐκπρεπέα τὸν Ἀγαμέμνονα εἶπεν, οὐχ' ὡς πλατύτατον ἢ ὑπερηρμένον τῷ μεγέθει, ἀλλ' ὡς γεραρόν. τῇ μὲν γὰρ κεφαλῇ καὶ ἄλλοι μείζονες, Ὀδυσσεὺς δὲ ἐν τοῖς ἑξῆς τὴν μὲν κεφαλὴν μείων αὐτοῦ, εὐρύτερος δὲ ὤμοις καὶ στέρνοις ἰδέσθαι. οὔκουν ὁ Ἀγαμέμνων πεπλάτυνται ἢ ὑπερῆρται εἰς μέγεθος, εἴγε καὶ ἄλλοι τήν τε κεφαλὴν καὶ τοὺς ὤμους καὶ τὰ στέρνα πλείονος λόγου ἔχουσιν ἄξια. γεραρὸς μέντοι ὑπὲρ τοὺς ἄλλους εἶναι δοκεῖ. οὐ γὰρ μέγεθος οὐδὲ ὤμων καὶ στέρνων εὐρύτης μόνη χαρακτηρίζει τὸν γεραρόν, ἀλλὰ καὶ ἄλλον τρόπον κατὰ τὸν τραγικόν «εἶδος ἄξιον τυραννίδος», ὅ ἐστι καλόν. (v. 166 s.) Καὶ οὕτω μὲν ὁ Πρίαμος, ὃς καὶ πελώριον ἄνδρα τὸν Ἀγαμέμνονα λέγει ἠΰν τε μέγαν τε εἰπών· «ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνῃς, ὅς τις ὅδ' ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε». ἃ δὴ ἔπαινός ἐστιν ἐπιφανοῦς ἀνδρὸς καὶ βασιλικοῦ κατὰ τὸν Ὁμηρικὸν χαρακτῆρα. Ἔστι δὲ ἠῢς ἢ ὁ ἀγαθὸς κατά τινας ἀπὸ τοῦ εὖ κατὰ διάλυσιν καὶ ἔκτασιν τοῦ ε, ἢ ὁ πλατύς, ὡς ἕτεροί φασιν. Ἑλένη δὲ ἄλλως αὐτὸν ἐπαινοῦσά φησιν· «ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής». βασιλικὸς δὲ τοῦτο ἔπαινος. τὸ γάρ τοι πελώριος καὶ καλός καὶ γεραρός καὶ ἑτέροις προσώποις εἰς ἐγκώμιον ἐπιπρέπουσιν. ἔστι δὲ τὸ μὲν καλός ταὐτὸν τῷ εὐειδής, γεραρός δὲ ὁ ἐκ μόνης θέας τὸ τίμιον ἔχων. μετ' ὀλίγα δὲ καὶ τῷ Ὀδυσσεῖ προσιστορεῖ τὸν τοιοῦτον ἔπαινον λέγων, ὅτι καθήμενος γεραρώ-