Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.630
Not analysed yet
δηλοῖ Ὅμηρος ἐν τῷ «ἢ ἑκυρή· ἑκυρὸς δὲ πατὴρ ὡς ἤπιος». (v. 173—80) Ὅτι μεταμελομένη Ἑλένη ἐν ἐπηκόῳ Πριάμου ἐπὶ τῇ κατ' αὐτὴν ἁρπαγῇ φησιν· «ὡς ὄφελεν θάνατός μοι ἀδεῖν κακός, ὁππότε δεῦρο υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα» καὶ ἑξῆς. λυπεῖ γὰρ αὐτὴν τὸ θάλαμον λιπεῖν καὶ ἀδελφοὺς παῖδά τε, φησί, τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν, ἤτοι τὴν ἡλικιῶτιν χορείαν ἢ νεολαίαν ἢ τὴν ὁμοίαν ἡλικίην. εἶτα ὡς ἤδη κατευξαμένη ἑαυτῆς ἐπιφέρει, ὅπερ καὶ ἄλλος τις ἐκπεσὼν τῆς ἐλπίδος ἐρεῖ· «ἀλλὰ τά γ' οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα». ὥστε πάνυ ἐγὼ δυστυχής, ἐὰν κλαίω, διότι ζῶ. καὶ νῦν μὲν ἡ Ἑλένη τοιαῦτα, προϊοῦσα δὲ καὶ κυνώπιδα καὶ κύνα ἑαυτὴν ἐρεῖ καὶ ἄλλα τινὰ λοίδορα, τρέψασα καθ' ἑαυτῆς τὸ κατὰ τὸν Ἀριστοτέλην ταῖς γυναιξὶ φύσει προσὸν φιλολοίδορον καὶ μεμψίμοιρον. ὅλως δὲ ἐπεὶ φιλέλλην ὁ ποιητὴς ὢν ὅμως οὐκ ἔχει ἐπικρύψαι τὸ μέγα τῆς Ἑλένης κακόν, τὴν ἑκούσιον ἁρπαγήν, μεταμελομένην πολλαχοῦ ποιεῖ αὐτὴν καὶ τοιαῦτα λέγουσαν καὶ πράττουσαν, ἀφ' ὧν ἂν τοῦ αἴσχους τὸ πολὺ ἀπαλείψειεν. (v. 173) Ἰστέον δέ, ὅτι τὸ «ὄφελε θάνατος μοι ἀδεῖν» ἀμφιβολίας ἐστὶ σχῆμα κρύπτον διττὴν ἔννοιαν· ἢ γὰρ ὅτι ὤφειλεν ἡδυνθῆναί μοι ὁ θάνατος καὶ κατὰ φύσιν ἀναλαβέσθαι καὶ ἀπαγαγεῖν με, ἢ ὅτι ὤφελεν ἀρεστὸς καὶ ἡδύς μοι δόξαι ὁ θάνατος, ὡς ἂν αὐτόχειρ ἐμαυτὴν τοῦ βίου ἐξήγαγον. [Ἰστέον δέ, ὅτι ἐκ τοῦ ἥδω, τὸ εὐφραίνω, δεύτερος μέλλων ἐνεργητικὸς ἁδῶ, οὗ Ἰωνικῶς καὶ Αἰολικῶς, ἤδη δὲ καὶ Δωρικῶς, ψιλωθέντος καὶ ἀνελθόντος εἰς ἀρχικὸν θέμα γίνεται ἀπ' αὐτοῦ τὸ ἀδεῖν. Κακὸς δὲ θάνατος ἢ ὁ τοῖς πλείοισι τοιοῦτος καὶ δι' αὐτὸ καὶ φευκτὸς ἢ καὶ πρὸς διαστολὴν καλῶν θανάτων, ὁποίους πολλαὶ ἱστορίαι οἴδασι.] (v. 174) Γνωτοὶ δὲ οἱ ἀδελφοὶ δίχα τοῦ σ καλῶς. οὕτω γὰρ καὶ ἀλλόγνωτοι λέγονταί τινες καὶ πολύγνωτοι, καθ' ὁμοιότητα δὲ καὶ τὸ «γνωτὰ κοὐκ ἄγνωτά μοι», τὸ τραγικόν. τὸ γὰρ μετὰ τοῦ σ λέγειν γνωστούς καὶ τὰ κατ' αὐτὸ οὐκ ἀπὸ τοῦ γνῶ γνώσω γίνεται ἀπαθῶς, ἀλλὰ ἐπένθεσιν ἔχει τοῦ σ, ἢ καὶ ἀπὸ ἐνεστώτων ἀρρή-