Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.631
Not analysed yet
των δοκεῖ γίνεσθαι, τοῦ γνώθω ἢ γνώζω, οὓς οὐδὲ ἤκουσέ τις. ἀναλογώτερον οὖν τὸ γνωτούς καὶ τὰ κατ' αὐτὸ τοῦ γνωστούς καὶ τῶν ὁμοίων αὐτῷ. χρήσιμον δὲ ὧδε καὶ τὸ ἄσωτος καὶ τὸ θαυματά, ἤγουν θαυμαστά, παρὰ Πινδάρῳ. (v. 175) Ἰστέον δέ, ὅτι Ὁμήρῳ μὲν δοκεῖ Ἑρμιόνην μόνην εἶναι παῖδα τῇ Ἑλένῃ—τοῦτο γὰρ δηλοῖ τὸ τηλυγέτην, ὡς ἀλλαχοῦ σαφέστερον δείκνυται—, ἕτεροι δὲ καὶ υἱοὺς αὐτῇ καὶ Μενελάῳ γεννῶσι Νικόστρατον καὶ Αἰθιόλαν, οὓς καὶ παρὰ Λακεδαιμονίοις τιμᾶσθαί φασι, ἄλλοι δὲ Δίαιθον καὶ Μαράφιον, ἀφ' οὗ γένος φασὶ τὸ τῶν Μαραφίων ἐν Πέρσαις. (v. 174 s.) Σημείωσαι δέ, ὅτι θαλάμου μὲν καὶ ἀδελφῶν ἐμνήσθη καὶ θυγατρὸς καὶ ὁμηλίκων ἡ Ἑλένη, τοῦ δὲ ἀνδρὸς οὐκέτι, καὶ ταῦτα φίλανδρος οὖσα, ὡς πολλαχοῦ φαίνεται. αἴτιον δὲ νῦν τῆς τοῦ ἀνδρὸς ἀμνηστίας ὅτι δέδιεν, ὡς ἐμφαίνει καὶ ἐν τῷ δεινὸν καλέσαι τὸν Πρίαμον. διὸ καὶ οἷον κολακεύει τὸν γέροντα σιγῶσα τὸν ἄνδρα Μενέλαον, ἵνα δόξῃ φιλεῖν τὸν Ἀλέξανδρον. ἀναπληρώσει δέ γε τὸ αὐτῆς ἔλλειμμα ὁ Ἀντήνωρ μνησθεὶς αὐτοῦ ὡς ἐκ παρόδου ἐν τοῖς ἑξῆς, ἵνα μηδὲ τὰ κατὰ τὸν Μενέλαον μείνῃ ἀνιστόρητα. [(v. 176) Ὅτι ὁ ἀποτυχών, ὧν ἤθελεν, ἐρεῖ ἂν τὸ «ἀλλὰ τά γ' οὐκ ἐγένοντο· τό», ἤγουν διό, «καὶ κλαίουσα», ἢ κλαίων, «τέτηκα», ἤγουν ἐτάκην, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ.] (v. 177) Ἐρωτήσεως δὲ ἀπόδοσις τὸ «τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς». (v. 178 s.) Ὅτι Πρίαμος μὲν τὸν Ἀγαμέμνονα ἐκ τῶν σωματικῶν ἐχαρακτήρισε καὶ πλατύτερον ὡς ῥήτωρ ἐλάλησεν, Ἑλένη δὲ καὶ ἐκ ψυχῆς καὶ σώματος τὸν ἔπαινον συνείρουσά φησιν· «οὗτός γ' Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων, ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής». τὸ δὲ ἀμφότερον σχῆμά ἐστι φιλούμενον καὶ αὐτὸ τῷ ποιητῇ. ἐν πολλοῖς γοῦν κεῖται, οἷον καὶ τὸ «ἀμφότερον ἀγλαΐη τε καὶ ὄνειαρ», ἀντὶ τοῦ δύο ταῦτα, τόδε καὶ τόδε. τὸ δέ «κρατερὸς αἰχμητής» ἀνδρεῖον ὑπογράφει τὸν βασιλέα. οὐ γὰρ ἁπλῶς αἰχμητής, ἀλλὰ καὶ κρατερός. ἐν ἁπλότητι δὲ λεγόμενον τὸ κρατερός σφοδρότητα δηλοῖ, οἷον· «ἀπηνέα τε κρατερόν τε». τὸ δὲ βασιλεύς ἀγαθός πέλαγος ἐγκωμίων ὑπανοίγει τῷ σκεπτομένῳ καλῶς. Πρίαμος δὲ τὸ εὐρυκρείων μεταχειρισάμενος, ὃ δηλοῖ τὸ πολλῶν ἄρχων, ἔπαινον τοῦ Ἀγαμέμνονος ἐντεῦθεν πορίσεται εἰπὼν μετ' ὀλίγα οὐ μόνον, ὡς πολλοὶ αὐτῷ δέδμηνται κοῦροι Ἀχαιῶν, ἀλλὰ καὶ ὡς πλείστους μέν ποτε εἶδεν αὐτὸς ὑπὸ τοῖς Φρυγίοις βασιλεῦσι λαοὺς διὰ τὸ καὶ ἐκείνους κρείοντας εἶναι, μὴ τόσους δέ, ὅσοι εἰσὶν ὑπὸ τῷ Ἀγαμέμνονι, ὃς καὶ εἴη ἂν διὰ τοῦτο εὐρυκρείων. οὕτω πλατὺς μὲν τὴν ῥητορείαν ὁ Πρίαμος, ἐπίτομος δὲ καὶ καιρία ἡ Λάκαινα. τὸ δὲ κρείων ἁπλοῦν εὕρηται καὶ κρέων παρ' Εὐριπίδῃ, ὅθεν καὶ τὰ κύρια ὁ