Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.638
Not analysed yet
ταύτης διάθεσις τοιαύτη εὕρηται. Σοφοκλῆς ἱστορεῖ ἐν ἁλώσει Ἰλίου παρδαλέην τῆς θύρας προτεθῆναι τοῦ Ἀντήνορος, σύμβολον τοῦ ἀπόρθητον ἐαθῆναι τὴν οἰκίαν. τὸν δὲ ἅμα παισὶ μετὰ τῶν περιγενομένων Ἐνετῶν εἰς Θρᾴκην περισωθῆναι, κἀκεῖθεν διεκπεσεῖν εἰς τὴν ἐν τῷ Ἀδρίᾳ Ἐνετικήν. Πιθανῶς δὲ Ἀντήνωρ ὡς ξενοδοχήσας ποτὲ καὶ ἰδὼν καὶ εὖ εἰδὼς ἐπιμαρτύρεται ἀλήθειαν τῇ Ἑλένῃ ἀναγνωρίζων τὸν Ὀδυσσέα, ἵνα μὴ ὑποπτευθῇ ἡ Ἑλένη, ἐφ' οἷς λέγει. περὶ δὲ τῆς ῥηθείσης, ὡς μὲν Εὐριπίδης ἂν εἴποι, Ἀδριηνῆς, κοινῶς δὲ Ἀδριατικῆς, Ἐνετικῆς ζητητέον ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δέ, ὅτι τεσσάρων τούτων ὄντων, προξένων, ἀστοξένων, δορυξένων καὶ ἰδιοξένων, πρόξενοι μὲν κατὰ Αἴλιον Διονύσιον οἱ ὅλης πόλεως ξένοι, παρ' οἷς καὶ πρέσβεις κατάγονται, καὶ αὐτοὶ πρεσβείας προσάγουσι πρὸς τὸ δημόσιον. ἀστόξενοι δὲ οἱ ἐκ προγόνων μὲν ἀστῶν, αὐτοὶ δὲ ξένοι καὶ ἀνανεώσεως δεόμενοι, ὁποῖος Ἀγαμέμνων ἐν Λυδίᾳ. δορύξενοι δὲ οἱ ἐκ πολέμου ξένοι γεγονότες τισίν. ἰδιόξενοι δὲ οἱ ἰδίᾳ καθ' ἑαυτοὺς ξένοι ὄντες. Παυσανίας δὲ περὶ ἀστοξένων οὕτω φησίν· ἀστόξενοι οἱ γένει προσήκοντες τῇ πόλει τὸ ἀνέκαθεν, οὐκ ὄντες δὲ πολῖται, ὡς ἐν Κορίνθῳ Γλαῦκος, ὁ Ἱππολόχου τοῦ Βελλεροφόντου. ἕτεροι δὲ οὕτω· ἀστόξενοι οἱ γένει μὲν ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ ἀλλοδαπῆς γεγονότες. περὶ δὲ δορυξένου ὁ αὐτὸς Παυσανίας φησίν, ὅτι δορύξενος ὁ ἐκ πολεμίων φίλος καὶ ὁ πρεσβεύων περὶ λύτρων, εἰ ζωγρηθεῖέν τινες. Σοφοκλῆς δὲ ἐν τῷ «ὁ γάρ», ἤγουν οὗτος, «μέγιστος αὐτοῖς τυγχάνει δορυξένων» ἢ παραχρᾶται τῇ λέξει ποιητικώτερον ἢ δριμέως δορυξένους λέγει τοὺς τοῖς φονεῦσι τοῦ Ἀγαμέμνονος φιλιωθέντας, ἵνα πολεμικῶς ἐχθραίνωσι τοῖς ἐκείνου παισίν, [ὡς εἶναι οὕτω δορύξενον εἰπεῖν καὶ τὸν χάριν δουρός, ἤτοι πολέμου, συμμαχικῶς ξενισθέντα ὑπό τινων. (v. 209) Ὅτι ἐν τῷ «ἀλλ' ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν», ὁ Μενέλαος δηλαδὴ καὶ ὁ Ὀδυσσεύς, τὸ μὲν ἀγρομένοισιν ἀγορὰν Τρώων ὑπολαλεῖ, τὸ δὲ ἔμιχθεν οὐ κυριολεκτεῖται μέν, καθὰ ἐπὶ μισγαγκείας ὑδάτων, ἐφιλήθη δὲ τῷ Πινδάρῳ τε ὡς ἀγαθὴ λέξις, καθὰ ἐν τοῖς ἐκείνου δεδήλωται, καὶ τῷ εἰπόντι δέ, ὡς ἀναμὶξ ἀγκύλων ἱππόται, κατὰ τὸ «μαίνονται ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες».] (v. 210 s.) Ὅτι ὑπογράφων δι' Ἀντήνορος ὁ ποιητὴς καὶ τὸ τοῦ Μενελάου εἶδος ἐκ τῆς πρὸς τὸν Ὀδυσσέα παραθέσεώς φησι· «στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ἄμφω δ' ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς». καὶ ὅρα, ὅτι τῇ κεφαλῇ μὲν μείων καὶ τοῦ Μενελάου ὁ Ὀδυσσεύς, ὡς καὶ τοῦ Ἀγαμέμνονος, ἄλλως δὲ γεραρώτερος τοῦ Μενελάου,