Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.637
Not analysed yet
ων». [καὶ ὅτι τὸ παντοίους δόλους οὐκ ἔστιν ἄκρατος ἔπαινος Ὀδυσσέως, εἴπερ οὐχ' ἁπλῶς δόλους οἶδεν ἀλλὰ παντοίους, ὧν εἷς καὶ ὁ κατὰ τοῦ καλοῦ Παλαμήδους, ψεκτέος πάντως ὤν, ὡς οὐκ ἂν ἀντείποι τις.] Τὸ δέ «μήδεα πυκνά» μετ' ὀλίγα σαφηνίζων ὁ ῥήτωρ Ἀντήνωρ νιφάσιν ἀπεικάζει τοὺς Ὀδυσσέως λόγους. Ἰστέον δὲ καί, ὅτι ἔδει μὲν τὸν Πρίαμον εἰδέναι τὴν ὄψιν τοῦ Ὀδυσσέως, εἴγε καὶ εἰς τὴν Τροίαν ἦλθεν, ὡς ῥηθήσεται, ὁ δὲ ἀγνοεῖ αὐτόν, ἴσως μὲν οὐκ ὀξὺ βλέπων διὰ τὸ βαθὺ γῆρας, τυχὸν δὲ καὶ ἐξελάθετο ἢ οὐδὲ τότε ἠκριβώσατο. ὁ μέντοι Ἀντήνωρ ἀκριβῶς τὸν τοῦ Ὀδυσσέως χαρακτῆρα ἐγγράψας πάλαι ποτὲ τῇ ψυχῇ ἀναγνωρίζει αὐτὸν ἅμα τῷ λόγῳ τῆς Ἑλένης. (v. 204) Ὅτι τὸ «ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες» παρῳδήσας ὁ ποιητὴς ἄλλως ἐν Ὀδυσσείᾳ ἔφη· «ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες». ἔστι γὰρ καὶ τοῦ παρῳδεῖν διδάσκαλος ὁ ποιητής. (v. 205—7) Ὅτι Ἀντήνωρ ἀκολούθως, οἷς εἶπεν ἡ Ἑλένη, ἀναγνωρίσας τὸν Ὀδυσσέα ἱστορεῖ, ὡς αὐτόν τε καὶ τὸν Μενέλαον ἕνεκ' ἀγγελίης τῆς κατὰ τὴν Ἑλένην ἐλθόντας εἰς Τροίαν ἐκ Τενέδου ἐν καταρχῇ τοῦ πολέμου ἐξείνισε καὶ ἐν μεγάροισι φίλησεν ἤτοι ἐφιλοφρονήσατο καὶ ἐξένισεν, ὅπερ οἱ ὕστερον προξενῆσαι λέγουσι, μετὰ γενικῆς τὸ ῥῆμα συντάσσοντες, οἷον «πειράσομαί σου προξενεῖν», ὥσπερ καὶ τὸ ξεναγεῖν, ὅπερ ταὐτόν ἐστι τῷ προξενεῖν, γενικῇ συντάσσει ὁ Ἀρριανός. τὸν δὲ ταῦτα ποιοῦντα πρόξενον ἐκάλουν οἱ μεθ' Ὅμηρον, ὡς δηλοῖ καὶ ὁ εἰπών· «φίλης γὰρ προξένου κατήνυσαν». οἶδε δὲ σὺν ἄλλοις καὶ Ἡρόδοτος τὴν ῥηθεῖσαν ἱστορίαν λέγων, ὅτι Ἕλληνες πέμψαντες ἀγγέλους ἤθελον τήν τε Ἑλένην ἀπαιτεῖν καὶ τῆς ἁρπαγῆς δίκας αἰτεῖν. οἱ δὲ προϊσχόμενοι τὴν τῆς Μηδείας ἁρπαγὴν οὐκ ἐπείσθησαν. Σημείωσαι δέ, ὅτι οἱ ῥηθέντες πρόξενοι χειροτονητοὶ ἦσαν ἢ ὑπὸ δήμου ἢ ὑπὸ βασιλέων. Ἡρόδοτος οὖν γέρας εἰναί φησι τοῖς βασιλεῦσιν ἐν Σπάρτῃ τὸ καὶ προξένους ἀποδεικνύειν, οὓς ἂν θέλωσι τῶν ἀστῶν. Φασὶ δὲ καί, ὅτι ἐπιβουλευομένους ὥστε δολοφονηθῆναι τοὺς περὶ Ὀδυσσέα καὶ Μενέλαον ὁ Ἀντήνωρ περιεσώσατο. διὸ καὶ ἡ Ἑλένη τὸ τοῦ Ἀντήνορος, ὡς προξένου τοῦ ἀνδρός, ἔοικε γένος ἀγαπᾶν, ὡς δῆλον καὶ ἐκ τοῦ τὴν Ἶριν πρὸ μικροῦ τῇ Ἑλένῃ ὁμιλοῦσαν μὴ ἄλλῃ τινί, ἀλλὰ τῇ Ἀντήνορος γυναικὶ Λαοδίκῃ παρεικασθῆναι. Ἀγαμέμνων δέ, φασίν, ἀπομνημονεύσας τῆς εἰς Ἕλληνας ἀγαθῆς προξενίας ἐκείνου παρδαλέην ἐξάψας, ὅ ἐστιν ἀπαιωρήσας, τῆς τοῦ Ἀντήνορος οἰκίας, ὅτε ἡ Τροία ἑάλω, ἄβατον τοῖς Ἕλλησι τὴν αὐτοῦ οἰκίαν διεφυλάξατο. ἑτέρωθι δὲ ἡ τῆς ἱστορίας