Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.64
Not analysed yet
κλῆσιν εὑρέσθαι ἢ φθάσασαν τεθῆναι ἢ ῥᾷον δυναμένην ἄλλως γενέσθαι, ὀνοματοποιΐα ἐν τούτοις ἐπαρρησιάζετο ἐκ τοῦ κατά τινα κίνησιν ποιοῦ ἤχου δηλοῦσα τὸ ὑποκείμενον. καὶ «πλείη μὲν πᾶσα γαῖα ταύτης, πλείη δὲ θάλασσα» καὶ οὐδὲ ἀὴρ αὐτῆς ἀπήλλακται. καὶ δηλοῦσιν αἱ βρονταί, αἱ βροχαί, αἱ βοαί, οἱ βόμβοι, οἱ φλοῖσβοι, οἱ ἦχοι, οἱ βρόμοι, τὰ λοιπά, ὅσα κατ' ἄμμον οὐδ' αὐτὰ ποσοῦνται. τοιούτου τρόπου ἐνταῦθα παρ' Ὁμήρῳ τὸ «ἔκλαγξαν ὀϊστοί». ὀνοματοποιΐα γάρ ἐστι καὶ αὐτὸ καὶ ποιότης ἤχου, ὃν ἐν συντόνῳ κινήσει ἀποτελοῦσιν ἔσω τῆς φαρέτρας οἱ ὀϊστοί. σημείωσαι δὲ ὅτι οἱ μὲν παλαιοὶ οὐ βούλονται, ὥσπερ τῶν ἄλλων ῥημάτων, οὕτω δὴ καὶ τὰς τῶν ὀνοματοπεποιημένων κινήσεις ἀεὶ ἀκριβολογεῖν, ἵνα μὴ τὴν ἰδιότητα τοῦ ἤχου τούτῳ τῷ τρόπῳ ἐν πολλοῖς ἐξαφανίζωσιν. εἰ δέ τις ἐνταῦθα περιεργάζεται τὸν τοῦ ἔκλαγξαν ἐνεστῶτα, ἢ κλάγγω ἐστὶν ὡς τὸ σφίγγω ἢ κλάζω ὡς τὸ πλάζω. τὸ δὲ ἐξ αὐτοῦ ἔχει πλεονασμὸν τοῦ ν δι' εὐρυφωνίαν, ὡς τὸ ἐπλάγχθη καὶ τὸ παλιμπλαγχθέντες ἀπὸ τοῦ πλάζω καὶ αὐτὰ γενόμενα. καιρία δὲ λέξις τὸ ἔκλαγξαν. διὸ καὶ ἐπιμένει αὐτῇ ὁ ποιητὴς ὄνομα παραγαγὼν ἐξ αὐτοῦ τὴν κλαγγὴν καὶ εἰπών «δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο». λειότερον δὲ ἡ κλαγγὴ τῆς κραυγῆς, ὡς καὶ τὸ κλάζειν καὶ κλώζειν τοῦ κράζειν καὶ κρώζειν προσηνέστερα. διὸ κορώνη μὲν ἢ κόραξ κράζειν ἢ κρώζειν λεχθήσονται διὰ τὸ τραχὺ τῆς τοῦ ζῴου φωνῆς· γέρανος δὲ κλάζειν καὶ αὐτή, οὐ μὴν κράζειν λεχθήσεται. οὐ γὰρ ἡ φωνὴ τῆς γεράνου κατὰ τὴν τοῦ ρ ἐκφωνεῖται τραχύτητα, ἀλλὰ κατὰ τὴν τοῦ λ λειότητα. ὅτι δὲ τὸ κλάζειν καὶ ἡ κλαγγὴ οὐκ ἐπὶ μόνων ὀϊστῶν καὶ τόξου καὶ γεράνου, ἀλλὰ καὶ ἐπ' ἄλλων λέγεται, οἷον καὶ ἐπὶ συῶν, δειχθήσεται ἀλλαχοῦ. ὅτι δὲ καὶ ἡ ἀμφασία καὶ ἡ ἀμβροσία καὶ τὸ ἄμβροτον καὶ τὸ χρίμπτειν καὶ τὸ ῥίμφα καὶ ὁ κόμπος καὶ ὁ κομψὸς καὶ τὸ πίμπλασθαι καὶ τὸ καταπιμπρᾶν καὶ ἄλλα πλεονασμὸν ἔπαθον τοῦ ν διὰ σεμνότητα φωνῆς, ὡς καὶ τὸ ἔκλαγξαν καὶ τὸ «λίγξε δὲ βιός» καὶ τὸ λέλογχε καὶ ἄγγελος καὶ τὸ καγχαλᾶν, φανήσεται ἐν ἰδίοις τόποις. [εἰ δὲ ἡ κλαγγὴ τῶν τοῦ Ἀπόλλωνος ὀϊστῶν ὡς ἡλίου ἦχον