Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.63
Not analysed yet
ὠμὴ τροφὴ ἡ μὴ ἑψηθεῖσα καὶ ὠμὸς ἄνθρωπος ὁ σκληρός. βαρυτόνως δὲ ὦμος μέρος σώματος τὸ στερρῶς ὑπομένον τὰ ἄχθη.] Ὅτι ἐοίκασιν οὐ μικραὶ τοῖς παλαιοῖς αἱ φαρέτραι εἶναι οὐδὲ τοὺς ὀϊστοὺς ἔξω προκύπτοντας ἔχειν, ἀλλὰ ὅλους αὐτοὺς ἔσω στέγειν. καὶ δῆλον ἐκ τοῦ ἀμφηρεφέα φαρέτραν εἰπεῖν τὴν κύκλῳ ἐρεφομένην. ἔνθα ὅρα οὐ μόνον ὡς τὸ ἐρέφειν ἐπὶ φαρέτρας τέθεικε, μετενεγκὼν ἀπὸ τῆς τῶν οἰκοδομημάτων στέγης, ἐφ' ὧν κυρίως τὸ ἐρέφειν καὶ ὁ ὄροφος λέγεται, ἀλλὰ καὶ ὅτι οὐκ εἴθισται τὸ ἀμφηρεφὲς ἐπὶ οἴκου λέγεσθαι, εἰ καὶ ἀπὸ τοῦ ἐρέφειν γίνεται, ἀλλ' ἀποκεκλήρωται ἡ λέξις μόνῃ τῇ θήκῃ τῶν ὀϊστῶν διὰ τὸ φέρειν τὰ τρῶσαι δυνάμενα, ὥσπερ ὁ γωρυτὸς τῷ τόξῳ διὰ τὸ χωρεῖν τὸ ῥυτόν, ὅ ἐστι τὸ βίᾳ ἑλκυστόν. (v. 46) Ὅτι ὀνοματοποιΐα ἐστὶ μίμησις λεκτικὴ ποιότητος ἤχου. καλεῖται δὲ οὕτω διὰ τὸ ποιεῖσθαι δι' αὐτῆς ὄνομα ἤτοι λέξιν, ἥτις ὠνοματοπεποιημένη λέγεται. συνηρίθμηται δὲ τοῖς ποιητικοῖς τρόποις καὶ πλεονάζει μάλιστα παρὰ τῇ ποιήσει ἐπινοηθεῖσα ἐξ αἰτίας τοιαύτης. οἱ παλαίτατοι ἐν σοφοῖς ὀνοματοθέται, μήπω φθάσαντες ἅπασι σώμασί τε καὶ πράγμασι θέσθαι ὀνόματα, ὅτι μηδὲ ἦν εἰς γνῶσιν αὐτοῖς ἀθρόα ἐλθεῖν ἅπαντα, ἤλλαξαν τὸ χρεὼν ἀφέντες τὰ πλείω ἀνώνυμα. οἱ δὴ μετ' ἐκείνους ἀνεπλήρουν ὡς ἐκ διαδοχῆς, ἅπερ ἐλλέλειπτο. καὶ οἱ μέν τινες ἐτύγχανον οὗπερ ἤθελον καὶ ἐτίθεντο προσφυῶς ταῖς οὐσίαις ἑκάστων τὰ σφίσι δοκοῦντα ὀνόματα νομοθετοῦντες καὶ ἑτέροις οὕτω ποιεῖν, εἴποτε πρᾶγμά τι σκεπτόμενοι μὴ ἔχοιεν ὄνομα εἰς αὐτό. καὶ γέμουσι τοιούτων καινοφανῶν λέξεων αἵ τε τῶν σοφιστῶν αἱρέσεις καὶ αἱ φιλόσοφοι διατριβαί. οἱ δέ τινες ὄνομα παλαιὸν ἔχοντες εἶτά που ὅμοιόν τι εὑρηκότες ἀνώνυμον πρᾶγμα ὑπῆγον καὶ αὐτὸ τῇ παλαιᾷ κλήσει διὰ τὴν ἐμφαινομένην ὁμοιότητα. βοῦς γὰρ ὁ ἐργατικὸς τὸ πρῶτον ἐκλήθη καὶ κύων δὲ ὁ χερσαῖος, ὁ δὲ δυσώνυμος θαλάσσιος βοῦς καὶ ὁ ἔνυγρος κύων ὕστερον ἐξ ὁμοιότητός τινος τὰς τοιαύτας ἔλαχον κλήσεις. τὸ δ' αὐτὸ καὶ ἐπὶ ἑτέρων μυρίων ὁμωνύμως γέγονε. καὶ τοῦτό ἐστιν, ὃ τὴν ἐν ὁμωνυμίᾳ σύνοδον ἢ σύγχυσιν ἤθροισεν. ὡς γάρ τις ξενίζων μὲν πλείστους, οἰκίας δὲ μὴ τοσαύτας ἔχων, ὑφ' ἑνὶ σταθμῷ πλείους καταλύειν ἀφίησιν, οὕτω καὶ περὶ ὀνοματοθεσίαν ἠσχολημένος τις πολλάκις ὀνόματι ἑνὶ πρωτοθέτῳ πολλὰ ὑπήγαγεν ἕτερα λαλοῦντα καθ' ὁμωνυμίαν εἰς ἕν. ἡ τοιαύτη τῶν ὀνομάτων ἔνδεια καὶ τὰς πλείους τῶν ἀντωνυμιῶν ἐξεῦρε. πολλαχοῦ γὰρ τοῖς πάντῃ ἀγνώστοις αὐτὰς ἐπιλέγομεν ἀντὶ ὀνομάτων γνωστῶν ἀντονομασίαις ἀρκούμενοι. ἡ αὐτὴ στενοχωρία καὶ παραγωγὰς ὀνομάτων εἵλκυσε καὶ ἁπλότητας λέξεων εἰς συνθέσεις ἐκίνησεν. ἐντεῦθεν καὶ τὰ τροπικὰ περιείργασται μεταφέροντα ἐξ ἑτέρων εἰς ἕτερα καὶ τὴν πρώτην θέσιν τῶν ὀνομάτων καινοτομοῦντα πολυσχιδῶς. ὁ δ' αὐτὸς λόγος καὶ τὸ τῆς ὀνοματοποιΐας μιμηλὸν ἐτεχνάσατο. ἔνθα γὰρ οὐκ ἦν οὐσιώδη