Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.641
Not analysed yet
ἡρωϊκὸν ἐμφαίνει τῷ Ὀδυσσεῖ καὶ δραστηριότητα τὴν καθ' ὁρμήν. (v. 217) Τὸ δέ «κατὰ χθονός» Ἀττικόν ἐστιν, ὡς καὶ τὸ «τὰ κατὰ γῆς ὁ σοφὸς οὐκ ἀγνοεῖ». χρῆσις δὲ συντάξεως τοιᾶσδε σὺν ἄλλοις καὶ παρὰ τῷ Κωμικῷ. (v. 217—20) Τὸ δὲ πῆξαι κατὰ γῆς τὰς ὄψεις ὡς οἷα μελετῶντα ἐμμερίμνως διὰ σχεδιασμὸν καὶ ἵστασθαι ὑπιδόμενον καὶ τὸ σκῆπτρον μήτε ὀπίσω μήτε προπρηνὲς κινεῖν, ἀλλὰ ἀστεμφὲς ἔχειν ἤτοι ἀστρεφές, ἀμετακίνητον, εἰ καὶ ἁπλότητος ἦν, ἀλλ' ὅμως ἄλλως ἀγωνιῶντά τε καὶ ἐκπεπληγμένον ἐμφαίνει τὸν Ὀδυσσέα καὶ οἷον ζάκοτον ἤτοι ὀργίλον διὰ τὸ σύννουν, ὥσπερ αὖ πάλιν θαρσαλέου καὶ ἔμφρονος τὰ τούτων ἔμπαλιν. (v. 217) Τὸ δὲ πήξας, ὅ ἐστιν ἐρείσας, στηρίξας, τὸ τοῦ βλέμματος ἐμφαίνει καθεστηκός. (v. 218) Ἡ δὲ ἀκινησία τοῦ σκήπτρου διαστελλομένη πρὸς κίνησιν ἐν καιρῷ γινομένην ἐμφαίνει διαφορὰν καὶ ἐν τῇ τῶν χειρῶν κινήσει τῇ ἐν δημηγορίαις, ἣν Δημοσθένης μὲν ἐποιεῖτο, Αἰσχίνης δὲ ἀπέστεργεν, ὁ καὶ ἀκούσας ἐκ Δημοσθένους χρῆναι τοὺς ῥήτορας πρεσβεύοντας ἔσω τὰς χεῖρας ἔχειν, οὐ μὴν ἐξ ἀνάγκης δημηγοροῦντας. [(v. 218) Τὸ δὲ προπρηνές μετήνεκται μὲν ἀπὸ σωμάτων, οἷς οὐχ' ὑπτία ἡ πτῶσις, δοκεῖ δὲ μηδὲ περιττὴν ἔχειν τὴν πρόθεσιν κατὰ τὸ προπάσας καὶ πρόπαντες, ἀλλὰ δηλοῦν διαφοράν τινα τοῦ ὀπίσω καὶ τοῦ προπρηνὲς νωμᾶν τὸ σκῆπτρον. εἰ γὰρ καὶ τῷ Ὀδυσσεῖ πρανὲς ἦν τὸ τοῦ σώματος ὀπίσω, ἀλλὰ τὸ σκῆπτρον ἐπὶ τὰ πρόσθε νωμώμενον πρηνὲς ἐνωμᾶτο κατακλινόμενον.] (v. 219) Τὸ δέ «ἀΐδρεϊ φωτί» διὰ διφθόγγου γράφεται, ὡς καὶ τὸ ὄφεϊ ὄφει. οὐ γάρ ἐστιν οὐδὲ τὸ ἄϊδρις παρώνυμον μακροπαράληκτον, ἵνα διὰ τοῦ δ κλίνηται, ὥστε κατὰ τοὺς παλαιοὺς ἁμαρτάνει Σαπφὼ καὶ Σοφοκλῆς καὶ Φρύνιχος διὰ τοῦ δ κλίνοντες. οὐδὲν δὲ θαυμαστόν, εἰ διὰ τοῦ ι πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν Ἴωνες προφέροντες, οἷον ἴδριος, ὄφιος, τὴν δοτικὴν διὰ τοῦ ε προάγουσιν, οὐ διὰ τοῦ ι. ἴσως γὰρ τοῦτο διὰ τὸ κακόφωνον τῶν δύο ι ποιοῦσιν. οὕτω γὰρ καὶ ὁ πόσις, ἤτοι ὁ ἀνήρ, τὴν μὲν γενικὴν διὰ τοῦ ι ἔχει, οἷον «εὐνὴν αἰδομένη πόσιος», τὴν δὲ δοτικὴν διὰ τοῦ ε· «χαριζομένη πόσεϊ ᾧ». οὕτως Ἡρόδωρος. (v. 220) Τὸ δέ «ἄφρονά τ' αὔτως» ψιλοῦσθαι φανερῶς δηλοῖ τὸ