Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.642
Not analysed yet
αὔτως Αἰολικῶς. (v. 221) Τὸ δέ «ὄπα μεγάλην» εὐρυβόαν ἐμφαίνει καὶ τὸν Ὀδυσσέα, ὡς καὶ ἀλλαχοῦ φανεῖται. καὶ ἔστι καὶ τοῦτο στρατηγοῦ ἀρετή. διὸ καὶ Ἀγαμέμνων πρὸ μικροῦ μακρὰν ἄϋσεν, ἀντὶ τοῦ ἐβόησεν. ἱστορεῖται δὲ καὶ ἀσκεῖσθαι τὴν μεγαλοφωνίαν τοὺς παλαιούς. Τὸ δὲ ἵει λείπεται προθέσεως, ταὐτὸν ὂν τῷ ἀφίει. (v. 222) Τὸ δέ «ἔπεα νιφάδεσσιν ἐοικότα» εἴρηται διὰ τὸ τάχος τῶν νοημάτων, διὰ τὸ πυκνόν, διὰ τὸ τῆς σαφηνείας διάλευκον, ναὶ μὴν καὶ διὰ τὸ φρίκης γέμον. ἔοικε γὰρ καὶ καταφορικῶς προάγειν τὸν λόγον ἐν τῇ Τροίᾳ ὁ Ὀδυσσεὺς καὶ νόμῳ κοινοῦ τόπου τὴν πρεσβείαν μεθοδεύειν, παραμιγνὺς τῷ λόγῳ καὶ ἀπειλάς, καὶ ὡς οἷον εἰπεῖν, θατέρᾳ μὲν δόρυ, θατέρᾳ δὲ κηρύκειον προϊσχόμενος. ὃ δὴ παροιμία ἦν, ὥς φησι Παυσανίας, ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων. οἱ δεκατευθέντες γάρ, φησίν, εἰς Δελφοὺς ὑπ' Ἀθηναίων Γεφυραῖοι λαβόντες χρησμόν, ὡς ἀνδρὶ Γεφυραίῳ οἶκος φίλος, οἶκος ἄριστος, εἶτα βουσὶν ἀκολουθοῦντες ἕως οὗ ἐκεῖνοι κοπιάσουσιν, οἱ βόες δηλαδή, ὡς ὁ θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσι, πολεμουμένων Ἀθηναίων ὑπὸ Εὐμόλπου ἐπὶ Τάναγραν ὥδευσαν δόντες μὲν τῷ προηγουμένῳ κηρύκιον ὡς ἐπὶ πρεσβείᾳ καὶ εἰρήνῃ, καθοπλίσαντες δὲ κατόπιν τοὺς νέους. ὅθεν παροιμία ἐξέπεσεν ἐπὶ τῶν ὅμοιά τινα ποιούντων λέγουσα «δόρυ καὶ κηρύκιον». ἐν ἑτέρῳ δὲ ῥητορικῷ Λεξικῷ γράφει, ὡς ὑπὸ Ταναγραίων πολεμούμενοι Γεφυραῖοι προέπεμψαν κήρυκα καὶ κατόπιν καθώπλισαν ἑαυτούς, κἀντεῦθεν ἡ ῥηθεῖσα παροιμία. Ἰστέον δὲ καί, ὅτι τὸ νιφάδεσσιν ἐοικέναι τοὺς λόγους δύναταί ποτε καὶ σκωπτικῶς ψυχρῷ ἐπιλέγεσθαι ῥήτορι, ὥσπερ καὶ τὸ τεττίγεσιν ἐοικέναι τὴν ὄπα. δύναται δὲ καὶ τὸ μήδεα πυκνά τρόπον ἕτερον ὅμοιον εἶναι τῷ «ἔπεα νιφάδεσσιν ἐοικότα», εἰ μή τις ἐκεῖ τὸ πυκνά ταὐτὸν ἐρεῖ τῷ πυκινά, ὅ ἐστι συνετά. (v. 225—9) Ὅτι ἐπιβαλὼν ὁ Πρίαμος τῇ περὶ τοῦ Αἴαντος ἐρωτήσει φησί· «τίς τ' ἂρ ὅδ' ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε, ἔξοχος Ἀργείων κεφαλὴν ἠδ' εὐρέας ὤμους». ἡ δὲ τανύπεπλος Ἑλένη ἀποκριναμένη φησί· «οὗτος δ' Αἴας πελώριος, ἕρκος Ἀχαιῶν». τὸν Ἀχιλλέα μέντοι μέγα που ἕρκος ἐρεῖ Ἀγαιῶν ὁ ποιητής. εἶπε δὲ πρὸ τούτου καὶ τὸν βασιλέα ἠΰν τε μέγαν τε καὶ πελώριον. Σημείωσαι δὲ ὡς, εἴπερ ἔπαινός ἐστιν ἀνδρὸς τὸ μέγας, οὐ τοιοῦτον ἄρα τὸ μικρός καὶ μάλιστα τὸ τυτθός. διὸ καὶ ὁ ποιητὴς ἐπὶ Τυδέως, ὃς ἐκ τοῦ τυτθοῦ παρωνόμασται, φησί· «μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής» παρὰ καὶ καλὸν κακῷ θέμενος καὶ οἱονεὶ λέγων, ὡς τοῦ μεγέθους μὲν εἶχε σμικροπρεπῶς, ὑψοῦτο δὲ οἷς ἠνδραγαθίζετο. (v. 227) Τὸ δὲ ἔξοχος κεφαλὴν καὶ ὤμους, καθὰ καὶ τὸ πελώριος, διασαφητικά εἰσι τοῦ μέγας.