Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.66
Not analysed yet
κατάστασιν ἔχοντος. ὅτι γὰρ λοιμώδης νόσος ἦν ἡ τοῦ Ἀπόλλωνος τοξεία κατὰ τῶν Ἀχαιῶν καὶ ὅτι τοῦ τοιούτου κακοῦ αὐτὸς αἴτιος, πάντες οἱ παλαιοί φασι. καὶ οὕτω μὲν ἡ ἀλληγορία. ἡ δὲ ῥητορικὴ ἐπιβολὴ νυκτὶ ἐοικέναι λέγει τὸν βλοσυρὸν καὶ ἄγριον τὴν ἰδέαν, ὥσπερ αὖ ἥμερον τὸν μὴ τοιοῦτον, τὸ μὲν ἀπὸ τῆς ἡμέρας—πραῢ γάρ τι καὶ εὐπρόσωπον ἡ ἡμέρα—ἐκεῖνο δὲ ἀπὸ τῆς νυκτὸς δυσπροσόπτου οὔσης καὶ διὰ τοῦτο φοβερᾶς. ὅθεν καὶ δειδία λέγεται παρὰ τὸ δεδιέναι. διὰ τοῦτο καὶ τὸν Ἕκτορά που νυκτὶ ἐοικέναι τὰ ὑπώπια λέγει διὰ τὸ δεινὸν καὶ δυσαντίβλεπτον. [Τοῦ δὲ ἤϊε τὸ θέμα ἐΐω, ἐξ οὗ συνῃρημένον τὸ εἴω, περὶ οὗ ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς. ἰστέον δὲ ὅτι τὸ «νυκτὶ ἐοικώς» παραβολικόν τί ἐστιν, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, ὅπου κεῖται τὸ «ἠΰτ' ὀμίχλη». δῆλον δὲ τοῦτο ἐκ τοῦ ἐοικώς, ᾧ σύστοιχον ἡ εἰκὼν ἡ καὶ παραβολή.] (v. 49) Ὅτι πολλάκις αἱ διάφοροι σημασίαι ἀλλαγὴν ποιοῦνται τοῦ τόνου, ὥσπερ ἐπί τε ἄλλων ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ βιός καὶ βίος. βίος μὲν γὰρ βαρυτόνως ἐπὶ τῆς ἀνθρωπίνης διαγωγῆς ἢ ζωῆς· βιός δὲ ὀξυτόνως τὸ τόξον, ὅπερ ἢ ἀπὸ τῆς βίας γίνεται κατὰ τοὺς παλαιούς, ὅ ἐστι δυνάμεως—βίας γὰρ χρεία εἰς τὴν τόξου τάσιν—ἢ παρὰ τὸν βίον. δι' αὐτοῦ γὰρ δοκοῦσιν οἱ παλαιοὶ πορίζεσθαι τὰ εἰς τὸ ζῆν. διὸ καὶ ἀστείως ὁ σκοτεινὸς Ἡράκλειτος ἔφη, ὡς ἄρα τοῦ βιοῦ ἤτοι τοῦ τόξου τὸ μὲν ὄνομα βιός, τὸ δὲ ἔργον θάνατος. παρωνόμασται μὲν γὰρ ἐκ τοῦ βίου, ὡς τοῦ ζῆν αἴτιος, θανατοῖ δὲ τοὺς βληθέντας καὶ στερίσκει τοῦ ζῆν. [Ἰστέον δὲ ὅτι ἐνταῦθα τὸ «δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο» ἀνόμοιόν ἐστι πρὸς τὸ «νευρὴ καλὸν ἄεισε χελιδόνι ἰκέλη ἄντην». ἐκεῖ γὰρ ἱλαρὰ ἡ κλαγγή. τὸ δέ «ἀργυρέοιο βιοῖο» συντελεῖ εἰς τὸ Φοῖβον εἶναι τὸν ὡσανεὶ φαόβιον. πάντως γὰρ τοιοῦτος ὁ ἀργυρόβιος ἤτοι λαμπρότοξος.] (v. 48) Ὅτι τὸ ἀπάνευθε τῶν νεῶν καθεσθῆναι τὸν Ἀπόλλωνα καὶ ἐγχειρῆσαι τῇ τοξείᾳ καὶ πρῶτα μὲν οὐρῆας καὶ κύνας βαλεῖν, εἶτα δὲ καὶ τοῖς Δαναοῖς βέλος ἐχεπευκὲς ἐπαφεῖναι, κατὰ μὲν τὴν πιθανότητα τοῦ μυθικοῦ πλάσματος ἔργον τοξότου δηλοῖ, ὡς μὴ δυναμένου τὸ οἰκεῖον ἀνύειν, εἰ μὴ ἀπάνευθε γενόμενος ἀφήσει βέλη. οὐ γὰρ ἀγχέμαχος ὁ τοξότης, ἀλλὰ διαστήματος μακροτέρου δέεται τοπικοῦ. ἡ μέντοι ἀλληγορία τοιαῦτά τινα ἐπὶ τούτοις βούλεται λέγουσα, ὅτι τοῦ περὶ Ἕλληνας λοιμοῦ ἡ μὲν ἱστορία φυσικὸν αἴτιον ὑλικὸν δίδωσι, τήν, ὡς εἰκός, φθοροποιὸν μεταβολὴν τοῦ περιέχοντος ἐξ ἀναθυμιωμένων σηπεδόνων, ἃς ὁ περὶ τὴν Ἴδην τόπος ἀνεδίδου ὑπὸ ἀνάγοντι