Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.67
Not analysed yet
τῷ Ἀπόλλωνι τουτέστι τῷ ἡλίῳ οὐ μόνον πολυπῖδαξ ὤν, ἀλλὰ καὶ πολυπόταμος κατὰ τὴν παλαιὰν ἱστορίαν τήν τε ἄλλην καὶ τὴν Ὁμηρικήν. ὃς δὴ λοιμὸς ἀπάνευθε νεῶν ἐκ τῶν ἐνδοτέρω πεδιάδων ἀρξάμενος πρῶτα μὲν πάσης νομαδιαίας ἐκεῖ ἀγέλης ἥψατο διὰ τὸ ἐγγυτέρω εἶναι τοῦ πρωτοπαθοῦς ἀέρος καὶ εὐθὺς μεταλαμβάνειν αὐτοῦ τῇ κάτω πρὸς τὴν γῆν νεύσει, πλέον δὲ τοὺς ὀρέας ἔβλαψεν, οἳ καὶ αὐτοὶ κάτω κεκυφότες, ἀδιαφορήτου σήψεως μετέχοντες, ἔτι καὶ διὰ τὸ ἐξ ἀνομοειδῶν καὶ διαφερόντων τῇ φύσει σύνθετοι εἶναι, εὐπαθέστερον εἶχον πρὸς τὸ λοιμῶδες πάθος καὶ ἄλλως αὐχμηρῶς καὶ ξηρῶς τῆς κράσεως ἔχοντες, καθὰ καὶ οἱ κύνες, ὥς φασιν οἱ παλαιοί, ὡς μὴ ἀντέχειν τῇ τοῦ ἀέρος θερμότητι, ναὶ μὴν καὶ ὀσφρήσεως εὖ ἔχοντες καὶ δι' αὐτὸ ῥᾷον φθειρόμενοι. φασὶ γὰρ τὰς ἡμιόνους ἀπολειφθείσας τινῶν ἀνευρίσκειν δι' ὀσφρήσεως τὴν ὁδόν. ὅθεν καὶ αὐταὶ μὲν ῥᾷον ὑπὸ τοῦ λοιμοῦ ἔπασχον, μάλιστα δὲ οἱ καθαροῦ ἀέρος δεόμενοι κύνες ᾔσθοντο τοῦ κακοῦ διὰ τὴν ὀξύτητα καὶ αὐτοὶ τῆς ὀσφρήσεως ὀξὺ μετειληφότες τῆς κακώσεως καὶ μάλιστα ἐὰν καὶ ἀργοὶ καθ' Ὅμηρον ἦσαν, ὅ ἐστι λευκοί, ὡς τῶν λευκῶν, φασί, σωμάτων διὰ τὸ ἀραιότερον εὐπαθεστέρων ὄντων ἤπερ τὰ μέλανα. πρωτοπαθῶς μὲν οὖν ὀρέες καὶ κύνες ἐκακώθησαν, δευτέρως δὲ καὶ ἄλλα ζῷα, εἰ καὶ Ὅμηρος ἐκεῖνα σιγᾷ τρόπῳ ποιητικῷ ἐκ μέρους δηλώσας τὸ πᾶν. εἶτα καὶ ἀνθρώποις ἐπεδήμησε τὸ κακὸν ὀψέ ποτε ταῖς ναυσὶν ἐπιχωριάσαν διά τε τὸ ἀνωφορεῖσθαι αὐτοῖς τὸ τῆς ὀσφρήσεως αἰσθητήριον καὶ διὰ τὸ ἀφεστάναι τῶν τόπων, ἐν οἷς οἱ φαῦλοι αὐχμοὶ τὸν ἀέρα ἔχραναν καὶ διὰ τὸ τῆς τροφῆς ἴσως καθάρειον καὶ τὸ τοῦ σώματος ἐκ γυμνασίων ἀπέριττον. καὶ οὕτω μὲν ἡ ἱστορία θεωρεῖ τὰ τοῦ λοιμοῦ [ἐφιστῶσα καὶ ὡς, εἰ μὴ πρωτοπαθῶς γῆθεν εἰσφρεῖται τὸ λοιμῶδες, ὡς τοῖς χερσαίοις προσπίπτειν, ἀλλ' ἐκ διεφθορότος τοῦ ὑψοῦ ἀέρος ἐστὶ τὸ κακόν, πτηνὰ προπειρῶνται τοῦ πάθους καὶ οἱ ἀκροβολισμοὶ τοῦ ὀλέθρου κατ' αὐτῶν γίνονται.] ὁ δὲ μῦθος τὰ οἰκεῖα τερατευόμενος ἄλλως αὐτὸν αἰτιολογεῖ θεομηνίαν αἰτιώμενος τοῦ πανδήμου τούτου πάθους καὶ ὕβριν τὴν εἰς τὸν μυθικὸν Ἀπόλλωνα, ἣν ὁ βασιλεὺς μέν, ὡς προερρέθη, ἐξελάλησεν, ὁ δὲ δῆμος ἀκούσας οὐκ ἐδυσχέρανεν, ὡς δέον ὂν γραφῆναι ἀσεβείας τὸν Ἀγαμέμνονα, εἴγε διὰ τὴν Χρυσηΐδα καὶ Ἀπόλλωνα ὕβρισε καὶ Δία δὲ ἱκέσιον καὶ τὰς αὐτοῦ θυγατέρας Λιτὰς παρεῖδε, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα φιλοσοφεῖ ὁ ποιητὴς λέγων μὴ χρῆναι παραβλέπειν αὐτάς. δῆλον δὲ ὅτι πολλὰ τοιαῦτα οἱ μῦθοι τερατεύονται, ὡς δι' ἑνὸς ἀνθρώπου ἀτασθαλίαν καί, καθὰ Εὐριπίδης φησίν, ἐξ ἰδίας ἀνοίας κοινὰ κακὰ θεόθεν γίνεσθαι. οὕτω γὰρ δι' ἕνα τινὰ τὸν Οἰνέα ὁ Καλυδώνιος σῦς πᾶσαν τὴν τῶν Αἰτωλῶν λέγεται σίνασθαι Ἀρτέμιδος χόλῳ· ἀπήλαυσε δὲ καὶ τῶν τοῦ