Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.675
Not analysed yet
δειρὴν στήθεά θ' ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα» περὶ Ἀφροδίτης μὲν λέγεται, ἔστι δὲ καὶ ἁπλῶς γυναικὸς καλῆς ἔπαινος. κεκαλλώπισται δὲ τὸ ῥητὸν ἐπίτηδες παρίσοις τρισίν, ὡς πανηγυρικόν. (v. 399) Ὅτι ψεκτικὸν ἀπατητικῆς γυναικὸς τὸ «δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;» Ἑλένη δὲ τοῦτο πρὸς τὴν μυθικὴν Ἀφροδίτην λαλεῖ μαστροπεύουσαν αὐτῇ χάριν Ἀλεξάνδρου. ἔνθα δηλοῖ ὁ ποιητὴς καί, ὡς ἠδύνατό τις πλάσαι τὴν Ἑλένην, ὥσπερ εἰς Τροίαν, οὕτω καὶ ἀλλαχοῦ ἐκεῖθεν ἁρπαγεῖσαν ἢ ἀπαχθεῖσαν. (v. 400 s.) Ἐπάγει γὰρ ἡ Ἑλένη· «ἦ πῇ με προτέρων», ἤτοι τῶν προσωτέρω, «πολίων ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, εἴ τίς που κἀκεῖθι» καὶ ἑξῆς. [Ἰστέον δέ, ὅτι γράφεται καὶ «ἦ πῇ με προτέρω», δίχα τοῦ νῦ, καὶ δηλοῖ τὸ πορρωτέρω που τῶν Φρυγιακῶν πόλεων.] (v. 401) Φρυγίας δὲ μέμνηται κἀνταῦθα τῆς πορρωτέρω καὶ μεγάλης, οὐ μὴν τῆς μικρᾶς, περὶ ἣν καὶ ἡ Τροία, ἡ τὴν Ἑλένην ἄρτι ἔχουσα. Μῃονίην δὲ καὶ νῦν τὴν Λυδίαν λέγει, ἡ δ' αὐτὴ καὶ Μαιονία ἐλέγετο ἀπό τινος Μαίονος ἢ Μῄονος, ὡς καὶ ἐν τῷ Καταλόγῳ ἐρρέθη. ἐρατεινὴν δέ φησιν αὐτὴν διὰ τὸ τῆς χώρας εὔδαιμον, ὃ καὶ ὁ Περιηγητὴς ἱστορεῖ. καὶ τὴν Λακεδαίμονα δὲ μετ' ὀλίγα ἐρατεινὴν ὁ Πάρις ἐρεῖ, οὐ μόνον διότι εὐδαίμων ἡ Λακεδαίμων, ὡς προείρηται, ἀλλὰ καὶ διότι τὴν ἀξιέραστον Ἑλένην ἤνεγκεν. (v. 402) Ὅτι φανερῶς ἐνταῦθα τὸ φίλος ὁ ποιητὴς οὐ συγγενικῶς ἀλλὰ κατὰ κοινὴν συνήθειαν λέγει ἐν τῷ «εἴ τίς τοι κἀκεῖ φίλος μερόπων ἀνθρώπων», ἤγουν ἐὰν καὶ ἐκεῖ, ὦ Ἀφροδίτη, φιλητῶς ἔχῃς τινὶ Φρυγὶ ἢ Μῄονι, ὡς ἐνταῦθα τῷ Τρωῒ Ἀλεξάνδρῳ. ἑαυτὴν δέ πως ἐν τούτοις ἡ Ἑλένη ἐπαινεῖ ὡς λαμπρὰν καὶ ἀξιέραστον, ἐὰν οὕτως αὐτὴν ἡ Ἀφροδίτη τοῖς φιλουμένοις διαπέμπηται, ὡς λόγου δηλονότι ἀξίαν δωρεάν. σεμνῶς δὲ καὶ μαστροπείαν τῆς Ἀφροδίτης καταλαλεῖ. (v. 413—7) Ἐκείνη δὲ ἀντιλαλεῖ, ὅπερ καὶ πᾶς ἂν εἴπῃ παρῳδήσας ὁ μεσιτεύσας μὲν φιλίαν, καταλῦσαι δὲ αὖθις αὐτὴν μελετῶν· «μή μ' ἔρεθε, σχετλίη, μὴ χωσάμενος σε μεθείω, τὼς δέ σε ἀπεχθήρω, ὡς νῦν ἔκπαγλα ἐφίλησα· μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρά, σὺ δέ κεν κακὸν οἶτον ὄληαι». τῷ ὄντι γὰρ λεπτοτάτου μίτου, ὡς εἰπεῖν, τὰ κατ' αὐτὴν ἀπῃώρητο τοῦ θεαῖς εἰς ὦπα ἐοικέναι καὶ διὰ τοῦτο ἐπαφρόδιτος εἶναι, οὗ ἐπιλιπόντος, οὐκέτ' ἂν ἦν περιμάχητος κατὰ ζῆλον φιλόνεικον, ἄλλως τε καὶ ἐν