Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.674
Not analysed yet
Τὸ δὲ εἴριον Ὅμηρος μὲν προπαροξύνει ὁμοίως τῷ λείριον, οἱ δὲ ὕστερον παροξύνουσι πρὸς ἀναλογίαν ἑτέρων παροξυτόνων δακτυλικῶν λέξεων, ἵνα ᾖ, ὡς τεῖχος τειχίον, οὕτως εἶρος εἰρίον. καλὰ δὲ ἔρια πρὸς διαστολὴν τῶν μὴ ἀξίων ἀσκήσεως. ὅτι δὲ διαφορά ἐστιν ἐρίων καὶ τριχῶν, δηλοῖ καὶ ὁ Στράβων σαφέστατα. ὡμολόγηται δὲ καὶ ἄλλως εὐγενέστερα τριχῶν εἶναι τὰ ἔρια εἰς ἐνδύσεως μεταχείρισιν, [ὡς δηλοῖ καὶ τὸ τῆς ἐρέας καλόν.] (v. 390) Ὅτι τὸ «βάσκ' ἴθι» ἐνταῦθα «δεῦρ' ἴθι» λέγει ὁ ποιητὴς εἰπών· «δεῦρ' ἴθι, Ἀλέξανδρός σε καλεῖ». (v. 391 s.) Ὅτι τὸ «κεῖνος ὅ γ' ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι, κάλλεΐ τε στίλβων καὶ εἵμασι» νυμφίῳ ἢ ἄλλως τρυφῶντι ἀνδρὶ ἐπιλεχθήσεται. Δινωτοῖς δὲ λέγει τοῖς τορνωτοῖς. δῖνος γὰρ ὁ τόρνος, ἐξ οὗ μεταφορικῶς καὶ οὐρανοῦ δῖνος παρὰ τῷ Κωμικῷ. ὅτι δὲ διχῶς λέγεται καὶ δινῶ δινήσω καὶ δινῶ δινώσω, πρὸ ὀλίγων δεδήλωται. (v. 392—4) Τὸ δὲ ἑξῆς «οὐδ' ἂν εἴποις ἀνδρὶ μαχεσσάμενον τόνδ' ἐλθεῖν, ἀλλὰ χορόνδε ἔρχεσθαι, ἠὲ χοροῖο νέον λήξαντα καθίζειν» παρῳδηθήσεται μὲν καὶ αὐτὸ εἰς ἄνδρα τρυφῇ κάτοχον. κωμῳδεῖ δὲ τέως τὸν τρυφερὸν Ἀλέξανδρον, ὃς οὐ λυπεῖται ὡς ἡττημένος, ἀλλὰ ἐρᾷ ὡς χορευτής, μικρόν τι τάχα ἐνιδρώσας τῇ μάχῃ ὡς καὶ ὁ χορευτὴς τῷ χορῷ, ἔνθα πρέπον ἐστίν, ὡς εἰκός, καὶ τὸ στίλβειν κάλλεϊ καὶ εἵμασι. τοιοῦτοι δὲ καὶ οἱ λοιποὶ ῥηθήσονταί που Πριαμίδαι· «ψεῦσταί τ' ὀρχησταί τε χοροτυπίαις ἄριστοι». ἔνθα ὅρα τὸ ψεῦσται ταὐτὸν ὂν τῷ ἠπεροπευταί, ὁποῖος πρὸ τούτου ἐρρέθη Ἀλέξανδρος. [Χορὸς δὲ νῦν οὔτε τὸ χορευτικὸν πλῆθος, οὐδὲ μὴν ὁ ὑποκείμενος τοῖς τοιούτοις τόπος κατὰ τὸ «πέπληγον δὲ χορὸν θεῖον ποσίν», ἀλλὰ μάλιστα τὸ κατὰ τοὺς τοιούτους χοροὺς ἔργον, ὅπερ ἐστὶ τὸ χορεύειν.] Σημείωσαι δὲ καὶ νῦν τὸ καθίζειν ἀντὶ τοῦ καθέζεσθαι ληφθέν, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ «ἔνθα κάθιζεν Ἑλένη», ἀντὶ τοῦ ἐκάθητο. ὥστε καὶ αὐτοπαθὲς ῥῆμα ἐστί ποτε, ὡς καὶ προείρηται, τὸ καθίζειν καὶ οὐκ ἀναγκαίως ἀεὶ δηλοῖ τὴν εἰς ἄλλον ἐνέργειαν, οἷον ἐκάθισεν ὁ δεῖνα ἐπὶ θρόνου βασιλικοῦ τὸν δεῖνα, καὶ ὡς ὁ ποιητὴς πρὸ μικροῦ ἔφη «ἄλλους μὲν κάθισον». [Ἰστέον δέ, ὅτι τὰ ὑπὸ τῆς μαστροποῦ Ἀφροδίτης, ὡς ἐρρέθη, λαληθέντα τῇ Ἑλένῃ οὐ μόνον εὐοδοῦσι τὴν μετ' ὀλίγα κεισομένην φιλοτήσιον εὐνὴν τοῦ Πάριδος ὡς κάλλεϊ στίλβοντος καὶ τῆς Ἑλένης, ἀλλὰ καὶ τῇ μυθικῇ ἁρπαγῇ τοῦ Πάριδος ἐκ μέσου μονομαχίου οἰκειοῦνται. ἡ γὰρ θείως ἁρπάξασα εἶχε δῆθεν διαθέσθαι τὸν Πάριν καλὸν καὶ λαμπρόν, ὡς εἰ καὶ ἐκ πανηγύρεως ἐπανῆλθεν.] (v. 396 s.) Ὅτι τὸ «περικαλλέα