Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.677
Not analysed yet
δεσπότην ὀϊζύειν, ὅ ἐστι κακοπαθεῖν. (v. 406) Τὸ δὲ ἀπόειπε Ὅμηρος μὲν αἰτιατικῇ συντάσσει λαβὼν τὴν λέξιν ἀντὶ τοῦ ἀπόφαθι, ὁ δὲ γράψας «τάλαιν' ἀπεῖπον ἄλγει» ἐπὶ ἑτεροίου σημαινομένου τὴν λέξιν εἴληφε. (v. 407) Τὸ δέ «μὴ πόδεσσιν ὑποστρέψειας Ὄλυμπον» διασαφητικόν ἐστι τοῦ «θεῶν ἀπόειπε κελεύθους», ὥσπερ καὶ τὸ φύλασσε τοῦ ὀΐζυε. [Ἔστι δ' ἐνταῦθα τὸ μὲν ὑποστρέψειας ἀντὶ προστακτικοῦ σχηματισθὲν ἀνομοίως τῷ ἧσο καὶ ἀπόειπε καὶ ὀΐζυε καὶ φύλασσε, διὰ ποικιλίαν φραστικήν. Τὸ δὲ Ὄλυμπον ἐλλιπὲς προθέσεως, ἵνα ᾖ εἰς Ὄλυμπον.] (v. 409) Τὸ δέ «ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην» ἔστιν εὑρεῖν παρῳδηθὲν πρός τινος τῶν ἀρχαίων μυστῶν φαύλως καὶ ὡς οὐκ ἂν ἐκφανῶς εἴποι τις πρὸς τὸν αὐτοῦ ἀκούσαντα. (v. 410) Τὸ δέ «ἐκεῖσε οὐκ εἶμι κείνου πορσυνέουσα λέχος», ἐν τοιούτῳ δηλαδὴ καιρῷ, σεμνῶς εἴρηται. δῆλον γάρ, ὅτι πορσύνειν λέχος τὸ συγκοιτάζεσθαι, πρός τινα ῥηθὲν ὁμοιότητα τοῦ «ἐμὸν λέχος ἀντιόωσαν». γράφεται δὲ καὶ πορσανέουσα λέχος ὡς ἀπὸ τοῦ πορσαίνω ῥήματος. ποιητικὰ δὲ καὶ ἄμφω καὶ δηλοῦσι τὸ παρέχειν καὶ εὐτρεπίζειν, ὡς ἀπὸ τοῦ πόρω πόρσω. (v. 408) Οὕτω δὲ ποιητικὸν καὶ τὸ ὀΐζυε ἀπὸ τοῦ ὀϊζύω, ἐξ οὗ ὁ ὀϊζυρός, [ὡς ὁ ἰσχυρὸς ἐκ τοῦ ἰσχύω.] Σημείωσαι δὲ τὰ τῆς Ἑλένης κομματικῶς λαληθέντα διὰ θυμόν, ὃς ἐγκόπτει τὸν ἐν λόγοις τόνον ὡς τὰ πολλά. τοιαύτη δέ τις καὶ ἡ πρὸς αὐτὴν ἀπειλὴ τῆς Ἀφροδίτης. (v. 419) Ὅτι τὸ «κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ», περὶ ὧν προδεδήλωται, ἀνάπαλιν ἔχει πρὸς τὸ ἀνασχομένη, ὃ δηλοῖ τὸ ἀνατείνασα. εἴη δ' ἂν κατασχέσθαι ἑανῷ τὸ προκαλύψασθαι τὴν παρειὰν κατὰ τὴν ἐν Ὀδυσσείᾳ Πηνελόπην σχομένην ἄντα παρειάων κρήδεμνα, ἵνα ὥσπερ τὸ ἀνασχεῖν ἥλιον ἀντίκειται πρὸς τὸ κατασχεῖν, οὕτω καὶ τὸ ἀνασχέσθαι κρήδεμνον ἐπὶ ἀνακαλύψει καὶ οἷον ἀναλάμψει προσώπου ἀντικειμένως ἔχοι πρὸς τὸ κατασχέσθαι, ἤγουν ὡς ὑπὸ ζόφῳ κρύψαι. (v. 422) Ὅτι σπουδὴν δουλίδων δηλοῖ τὸ «ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο». (v. 426) Ὅτι καθάπερ κόρη Βρισῆος ἡ ἁπλῶς θυγάτηρ, οὕτω κἀνταῦθα Ἑλένη κούρη Διὸς αἰγιόχοιο. τοῦτο δὲ πρὸ ὀλίγων ἄλλως ἔφρασεν εἰπών· «Ἑλένη Διὸς ἐκγεγαυῖα». (v.