Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.678
Not analysed yet
428 ss.) Ὅτι Ἑλένη μὲν πρὸς Ἀλέξανδρον «ἤλυθες», φησίν, «ἐκ πολέμου» καὶ τὰ ἑξῆς, ἠθικῶς πάνυ πάντα εἰποῦσα. ὁ δὲ οὐ μόνον ψευδῶς ἀπολογεῖται, οἷα ψεύστης καὶ αὐτὸς κατὰ τοὺς ἀδελφούς, εἰπών, ὅτι σὺν Ἀθηνᾷ ἐνίκησεν ὁ Μενέλαος, —μάλιστα γὰρ αὐτὸς σὺν Ἀφροδίτῃ σέσωσται—ἀλλὰ καὶ ἀσέμνως ἐμβλέπει αὐτῇ, ὅτε καὶ κατακαλύπτεσθαι ἔδει. μαχλότατος γὰρ ὁ ἀνήρ, ὅσγε καὶ ἐρᾶν αὐτῆς ἄρτι λέγει, ὡς οὐδέ, ὅτε τὴν ἀρχὴν ἐκ Λακεδαίμονος αὐτὴν ἥρπασεν. αἴτιον δέ, ὅτι ὡς ἤδη νικηθεὶς καραδοκεῖ στερήσεσθαι αὐτῆς. πολὺς οὖν ὁ ἔρως αὐτῷ ὥσπερ ἐν καταρχῇ τοῦ ἔχειν, ὅτε δηλαδὴ ἦν δεδοικώς, μὴ καταληφθεὶς ἀφαιρεθῇ τὴν Ἑλένην, οὕτω καὶ ἐν τῷ μέλλειν ἄρτι, ὡς δοκεῖ, αὐτὴν ἀφαιρεῖσθαι. [Καὶ νῦν μὲν ὁ Πάρις οὕτως οὐ φιλεῖ ἀλλά, καθά τις ἔφη, ἐρωμανίαν πάσχει Ἀφροδίτης ἐρεθιζούσης τῷ κεστῷ ἴσως, ὃν μυθικῶς ἐφόρει. ἐν τοῖς ἑξῆς δέ που καὶ ὁ Ζεὺς ὁμοίῳ ἔρωτι μυωπίζεται ἐπὶ τῇ γυναικὶ Ἥρᾳ διὰ τὸν αὐτὸν κεστόν. Καιρικὰ δὲ ἄμφω ταῦτα πάθη ἐπί τε τῷ Διῒ ἐπί τε τῷ Πάριδι. ὁ δὲ παρά γε τῷ Ἡροδότῳ Κανδαύλης διὰ βίου ἤρα τῆς οἰκείας γυναικός, οὐκ εὐκραῶς φιλῶν, ἀλλ' ἐμπιπράμενος πυρὶ ἔρωτος, ἕως ὁ ἔρως ἀπέσβη, ὡς οὐκ ἂν ἐκεῖνος ἤθελε.] Σημείωσαι δὲ καί, ὅτι πολυειδὴς ἐνταῦθα ἡ τῆς Ἑλένης ὁμιλία. καὶ γὰρ καὶ διαθρύπτεται ὄσσε πάλιν κλίνασα, ἤγουν ἔμπαλιν στρέψασα, καὶ ἐπαρᾶται τῷ ἀνδρὶ ὡς ὀφείλοντι ὀλέσθαι καὶ χαλεπῶς ὀνειδίζει καὶ σκώπτει ὡς ἀλαζονικόν, εἴ γε καυχώμενος πρὶν Μενελάου κρείττων εἶναι, εἶτα νῦν συμμίξας ἔφυγεν ἀπαλλάξας κακῶς. καὶ σεμνύνει δὲ τὸν πρότερον ἄνδρα κρατερὸν καλοῦσα καὶ ξανθὸν καὶ ἀρηΐφιλον, ὅπερ καὶ ὁ Ζεὺς μετὰ ταῦτα ὀνομάσει αὐτόν, καὶ κατὰ πάντα προφερέστερον Ἀλεξάνδρου. προσποιεῖται δὲ καὶ κήδεσθαι αὐτοῦ κολακευτικώτερον, διὰ φόβον δηλαδή, ἐν οἷς φησιν· «ἀλλά σε κέλομαι παύσεσθαι», πικρῶς λαλοῦσα, οἷς τε ὑποβιβάζει τὸν Πάριν τῷ Μενελάῳ καὶ οἷς ἀφραδέως αὐτὸν λέγει μάχεσθαι. ἔστι δ' ἐν τούτοις ἡ ὅλη Ὁμηρικὴ φράσις τοιαύτη· (v. 428—36) «Ἤλυθες ἐκ πολέμου, ὡς ὤφελες αὐτόθ' ὀλέσθαι ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερον πόσις ἦεν. ἦ μὲν δὴ πρίν γ' εὔχεο ἀρηϊφίλου Μενελάου σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· ἀλλ' ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον ἐξαῦτις μαχέσασθαι ἐναντίον. ἀλλά σ' ἔγωγε παύεσθαι κέλομαι μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀφραδέως, μή πως τάχ' ὑπ' αὐτοῦ δουρὶ δαμείης». καὶ οὕτω μὲν ἡ Ἑλένη. (v. 437—46) Ὁ δὲ Πάρις εἰπών· «μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε» ἐπάγει· «νῦν μὲν γὰρ Μενέλαος ἐνίκησε σὺν Ἀθήνῃ, κεῖνον δ' αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντες· οὐ γὰρ πώ ποτέ μ' ὧδε φρένας ἔρος ἀμφεκάλυψεν, οὐδ' ὅτε σε