Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.69
Not analysed yet
πεύκης, πικρίαν δηλαδή. καὶ γὰρ πικρὸν καὶ τῆς πεύκης τὸ δάκρυον. ὅθεν ἴσως καὶ τὸ πικρὸν πευκέδανον παρωνόμασται προπαροξυτόνως πρὸς ὁμοιότητα τοῦ ἐρυθρόδανον. ἀφ' οὗ βέλος ὀξυτόνως πευκεδανὸν τὸ καὶ ἐχεπευκὲς ἤγουν ἐχέπικρον. τινὲς δὲ ἐχεπευκὲς εἶπον τὸ θανάσιμον καὶ ἐκτέμνον τοῦ βίου τὸν βληθέντα δίκην πεύκης, ἥτις ἐκτμηθεῖσα οὐκέτι ἀναβλαστάνει. ἐνταῦθα δὲ σκοπητέον τὸ τοῦ Ἡροδότου εἰπόντος, ὅτι πίτυς ἐκκοπεῖσα οὐκ ἀναφύει μόνη πάντων δένδρων, ἀλλὰ πανώλεθρος ἐξαπόλλυται. ὅθεν καὶ παροιμία τὸ «ἐκτριβῆναι πίτυος δίκην». εἰ γὰρ καὶ πεύκη καὶ κυπάρισσος καὶ ἕτερα ἐκκοπέντα οὐκέτι ζῇ, πῶς Ἡρόδοτος ἔφη, ὡς πίτυς μόνη πάντων δένδρων ἐκκοπεῖσα οὐκ ἀναφύει; ἢ τάχα εἴς τι πιτυῶδες καὶ τὰ τοιαῦτα θετέον διά τινα ἐν αὐτοῖς ὁμοίαν ποιότητα, διὸ καὶ ὁμοίου πάθους τῇ πίτυϊ μετέχουσιν. ἡ δὲ σύνθεσις τοῦ ἐχεπευκές ὁμοία ἐστὶ τῇ ἐχέμυθος, ἐχέκολλα, ἐχενηΐς, ἐχέφρων, ἔτι δὲ καὶ τῇ τοῦ φέρω φερέπονος, φερέοικος, ἄρχω Ἀρχέστρατος, καὶ τῶν ὁμοίων. [ἐν οἷς καὶ ἐχεχειρία καὶ τροπῇ ἐκεχειρία, ἡ ἄδεια εἴτ' οὖν ἐποχὴ χειρῶν, καὶ ἐχέτλη, ἧς ἔχεταί τις τλημόνως, καὶ ἀρχέκακος καὶ Ἡγέλοχος. ὅρα δὲ ἐν τῷ «βέλος ἐχεπευκὲς ἐφιείς», ὅτι τε τὸ βέλος ἐκτείνει τὴν λήγουσαν λόγῳ στιγμῆς κατὰ κοινὴν συλλαβὴν καὶ ὅτι τὸ ἐφιεὶς μακρὸν ἔχει τὸ παραλῆγον δίχρονον. εἰ δὲ μάλιστα ἐχρῆν ἐκτετάσθαι αὐτὸ ἐν τῷ «ἀλλὰ κακῶς ἀφίει» δι' αὔξησιν, ἀλλ' ἐκεῖ Ἰωνική ἐστιν ἡ δι' ἀναυξησίαν συστολὴ τοῦ ἐν τῷ παρατατικῷ διχρόνου.] (v. 52) Ὅτι ἔθος ἦν Ἕλλησι καίειν τοὺς νεκρούς, ὃ δὴ καὶ εἰσέτι παραμένει τισὶ τῶν Βορείων βαρβάρων. ἐποίουν δὲ τοῦτο ἐκεῖνοι πρὸς ἔνδειξιν τοῦ τὸ μὲν θεῖον τοῦ ἀνθρώπου ἀνωφορηθὲν ὥσπερ ἐν ὀχήματι τῷ πυρὶ προσμῖξαι τοῖς οὐρανίοις, τὸ δὲ γήϊνον κάτω μεῖναι, τὸ μὲν πυρὶ δαπανηθέν, τὸ δὲ ἐναπομεῖναν λειψάνοις ὀστῶν. οἱ δέ φασιν, ὅτι τὸ μὲν νεκρὸν οὐ καθαρὸν ἐδόκει, ἁγνισμὸς δέ τις ἦν ἡ διὰ πυρὸς δαπάνη τοῦ νεκρωθέντος, ὅτι καὶ τὸ πῦρ ἁγνιστικόν· διὸ καὶ οἱ καθαρμοὶ διὰ πυρὸς ἐγίνοντο. καὶ Εὐριπίδης δὲ τοιοῦτόν τι ἐμφαίνει, ὅπου φησίν, ὅτι τὸ τῆς Κλυταιμνήστρας δέμας πυρὶ καθήγνισται. ὁ δὲ Λυκόφρων τῇ προτέρᾳ ἐννοίᾳ συντρέχει, ἐν οἷς τὴν Σκύλλαν καυθεῖσαν δομηθῆναί φησιν ἤγουν ἀνακτισθῆναι, ἀναζῳωθῆναι καὶ γενέσθαι κατὰ τὸν ποιητήν «κακὸν ἀθάνατον». διὸ καὶ οἱ γυμνοσοφισταὶ πυρίκαυστοι γινόμενοι ἀπετίθεντο τὴν ζωήν, ὡς καὶ ὁ τοῦ Ἀλεξάνδρου Κάλανος. ἔδοξε δέ τισιν, οὐ μὴν