Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.70
Not analysed yet
ἀληθῶς, τὸν Ἡρακλέα κατάρξαι τοῦ ἔθους τῆς τῶν νεκρῶν καύσεως. παῖδα γάρ, φασί, φίλου τινὸς Λικυμνίου τὸν Ἀργεῖον ἐξαιτησάμενος ἐπὶ συμμαχίᾳ τῇ κατὰ τοῦ Λαομέδοντος καὶ ὁρκωμοτήσας «ἦ μὴν ἐπανασώσασθαι τῷ πατρὶ τὸν υἱόν» διεξέπεσε τῆς εὐορκίας, οἷα τοῦ Ἀργείου πεσόντος ἐν τῷ πολέμῳ. ἀφοσιοῦται δὴ τὴν ἀνακομιδὴν ὁ Ἡρακλῆς καύσας τὸν Ἀργεῖον καὶ τὰ ὀστᾶ κομίσας τῷ πατρὶ καὶ σοφίζεται αὐτὸν ὡς ἤδη ἔχοντα τὸν υἱόν. καὶ τὸ ἔθος, φασί, παραμεῖναν ἔκτοτε γέγονε κοινὸν τοῖς Ἕλλησιν. ἔφθη δὲ καὶ ἕτερον, φασί, παῖδα τοῦ Λικυμνίου τὸν Οἰωνὸν πολέμῳ ἀποβαλεῖν Ἡρακλῆς. διὸ καὶ ὀκνῶν ὁ πατὴρ ἐπὶ τῷ Ἀργείῳ τὸν ὅρκον ἐδέξατο. ἀλλ' οὕτω μὲν Ἕλληνες τοὺς νεκροὺς ἔκαιον τὰ ὀστᾶ μόνα κατέχοντες καὶ θάπτοντες εἰς μνήμην τῶν καιομένων. Αἰγύπτιοι δὲ τοὺς νεκροὺς ἐταρίχευον, ἵνα ὅλον τὸ σῶμα τοῦ ποτε ζῶντος ἔχωσιν εἰς μνήμης ζώπυρον. πῶς δὲ ἐταρίχευον ἱστορεῖ Ἡρόδοτος. δῆλον δὲ ὅτι οὐ πᾶσιν ἤρεσκεν ἡ τῶν νεκρῶν καῦσις. τῶν τις οὖν παλαιῶν ἀχθόμενος, ὡς μιαινομένου τοῦ πυρός, οἷς ὡμίλει νεκροῖς σώμασιν, ἐπικαλεῖται τὸν τοῦ πυρὸς κλοπέα Προμηθέα λέγων «ἐπάρηξον, βοήθησον, κλέψον, εἰ δυνατόν, καὶ πάλιν τὸ πῦρ». Ὅτι ἐν τῷ «αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί» πυραὶ λέγονται αἱ μεγάλαι πυρκαϊαί. καὶ ἴσως παρ' Ὁμήρῳ ἡ πυρὰ μὲν καὶ αἱ πυραὶ ἐπὶ νεκρῶν καύσεως, τὸ πῦρ δὲ καὶ τὰ πυρὰ ἐπὶ τοῦ ἄλλως ἁπλῶς ἀναπτομένου πυρός. καίεσθαι δέ φησιν ἄρτι νεκροὺς τοὺς τῶν λοιμωξάντων. οἱ γὰρ μετὰ ταῦτα πολέμου νόμῳ πεσόντες ἐν τῇ τοῦ Ἀχιλλέως μήνιδι «ἑλώρια ἐγίνοντο κύνεσί τε καὶ οἰωνοῖς», ὡς ἔφθασεν εἰπεῖν ὁ ποιητής, ὃς μεθοδεύσει κατὰ τὸ δυνατὸν καὶ τὴν τούτων ταφήν, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. τὸ δὲ αἰεί καὶ τὸ θαμειαί τὸ πολυπληθὲς δηλοῦσι τῶν καιομένων. σημείωσαι δὲ ὅτι καίονται οὐ μόνον σώματα, ἀλλὰ καὶ πυραί. τοῦτο δὲ ἀντὶ τοῦ ἐξάπτονται. θαμειαὶ δὲ αἱ ἀλλεπάλληλοι καὶ πυκναὶ παρὰ τὸ θαμά τὸ πυκνῶς, ὅπερ ἐκ τοῦ ἅμα γέγονε. προϋπόκειται δὲ τοῦ θαμειαί ἀρσενικὸν ὄνομα θαμὸς ὁ πυκνός, ὃ πλεονασμῷ τῆς ει διφθόγγου γέγονε θαμειός, ὥσπερ φατὸς φατειός, ἀφνὸς ἀφνειός, σπερχὸς Σπερχειός, ἀδελφὸς ἀδελφειός, ἀρνὸς ἀρνειός. ὁ δὲ πλεονασμὸς τοῦ θ διὰ τὴν δασεῖαν τοῦ ἅμα, ὁποῖόν τι καὶ ἐπὶ τοῦ θειλοπεδεύειν φασὶν οἱ παλαιοί. εἱλόπεδον γὰρ πέδον εἵλῃ βαλλόμενον τουτέστιν ἡλίου θερμασίᾳ καὶ πλεονασμῷ τοῦ θ θειλόπεδον καὶ ῥῆμα θειλοπεδεύω. ἰστέον δὲ ὅτι οὐ μόνον ἐν τῷ θαμειός καὶ τοῖς ὁμοίοις ἡ ει δίφθογγος πλεονάζει, ἀλλὰ καὶ ἐν ἄλλοις, ὥσπερ καὶ ἐν τῷ ἑξῆς ἑξείης. καὶ πολλοὶ δὲ ἐνεστῶτες καὶ μέλλοντες ἐνεργητικοὶ τοῦτο πάσχουσιν, οἷον βρώσω βρωσείω, πολεμήσω πολεμησείω, θῶ θείω,