Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.72
Not analysed yet
καὶ σύνδεσμος δὲ ἀντὶ προθέσεως λαμβάνεται, οἷον ὁ δε ἀντὶ τῆς εις ἐν τῷ [Πυθῶδε ἤγουν εἰς Πυθὼ] καὶ ἀγορήνδε καὶ φύγαδε καὶ οἴκαδε ἀντὶ τοῦ εἰς ἀγορὰν καὶ εἰς φυγὴν καὶ εἰς οἶκον. ἔστι δὲ ἐξ ἀντιστρόφου καὶ πρόθεσιν εὑρεῖν ποτε λαμβανομένην ἀντὶ συνδέσμου, ὡς ὅτε τις εἴπῃ, ὅτι ἐκ τῶνδε τάδε γενήσεται τουτέστιν ἕνεκεν τούτων τάδε συμβήσεται. ἐνταῦθα γὰρ ἡ ἐκ πρόθεσις ἰσοδυναμεῖ συνδέσμῳ τῷ ἕνεκεν. οὕτω δὲ πολλάκις νοεῖται καὶ τὸ ἐπὶ τούτοις ἀντὶ τοῦ διὰ ταῦτα καὶ ἕνεκεν τούτων. καὶ ὁ εἰπὼν δὲ ὅτι ὁ μῦθος κοινός ἐστι τῶν ῥητόρων ἐκ παραινέσεως ἀντὶ συνδέσμου τοῦ ἕνεκεν τὴν ἐκ πρόθεσιν ἔλαβε. καὶ ταῦτα μὲν οὕτως. [Ἰστέον δὲ ὅτι, ὡς ἐν τῷ τοιόσδε, τοσόσδε, τηλικόσδε, ὅδε, ἥδε καὶ τοῖς ὁμοίοις, οὕτω καὶ ἐν τῷ πόλεμόνδε, Πυθῶδε, φύγαδε, οἴκαδε, Ἄϊδόσδε καὶ τοῖς τοιούτοις, δυνατὸν ἐπέκτασιν μὲν εἶναι τὴν δε συλλαβήν, λαμβάνεσθαι δ' ἔξωθεν πρόθεσιν χάριν συντάξεως ἐντελοῦς, ὁποῖόν τι γίνεται καὶ ἐν τῷ «τόδ' ἱκάνεις», ἤγουν εἰς τόδε τὸ χωρίον, καὶ ἐν τῷ τῇδε, ὅ ἐστιν ἐν ταύτῃ τῇ ὁδῷ τυχὸν ἢ τῇ κώμῃ. ὅτι δὲ ἐπέκτασιν ποιεῖ οὐ μόνον τὸ ι ἐν τῷ οὑτοσί καὶ νυνί καὶ ἐνταυθί κατὰ τὸν τεχνικὸν Γεώργιον καὶ ὄψι, ὅθεν καὶ ὀψιμαθής, καὶ νυνμενί, φησί, καὶ νυνγαρί ἀντὶ τοῦ νῦν, ἀλλὰ καὶ τὸ η ἐν τῷ ὁτιή καὶ τίη ἀντὶ τοῦ τί βαρυτόνως ἢ κατά τινας τιή ὀξυτόνως καὶ ἐπειή ἀντὶ τοῦ ἐπειδή. ἔτι δὲ καὶ ἡ θα συλλαβὴ ἐν τῷ ἦσθα καὶ ἔφησθα καὶ τοῖς ὁμοίοις, ὁμοίως δὲ καὶ τὸ δ μετὰ τοῦ ι, οἷον ὁδὶ καὶ νυνδὶ ἀντὶ τοῦ νῦν καὶ ἐνθαδί, τὰ πλείω δὲ μᾶλλον ἡ δε συλλαβή, δῆλόν ἐστι. ταύτῃ δὲ τῇ ἐπεκτάσει χαίρει μάλιστα ἡ ποίησις, ὡς δηλοῖ καὶ τὸ ἄστυδε, ἅλαδε, πόλινδε, Τροίηνδε. οὕτω δὲ καὶ τὸ κλισίηνδε, περὶ ἧς κλισίης ἑτέρωθι ῥηθήσεται.] Ἀγορὰ δὲ ὁ τόπος τε τῆς συνάξεως καὶ τὸ πλῆθος δὲ τὸ συναγόμενον καὶ αὐτὴ ἡ δημηγορία. παρὰ δὲ Ἡροδότῳ κεῖται καὶ πόλις Θρᾳκία καλουμένη Ἀγορά. ὅτι δὲ ἡ βουλευτικὴ ἀγορὰ τίμιόν τι καὶ θεῖον πρᾶγμα, δηλοῖ καὶ τὸ Διὸς Ἀγοραίου βωμὸν ἱδρῦσθαι ἀλλαχοῦ τε καὶ κατὰ Ἡρόδοτον περὶ Σικελίαν. Ὅτι πιθανὸς ἀεὶ ἐν τοῖς πλάσμασιν ὢν ὁ ποιητὴς τοιοῦτος καὶ ἐνταῦθά ἐστι περὶ τὰς ἡμέρας τοῦ λοιμοῦ. εἰ μὲν γὰρ περὶ πρώτην εὐθὺς ἡμέραν ἢ δευτέραν ἢ τρίτην τὸ τῆς νόσου