Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.73
Not analysed yet
ἐζητεῖτο αἴτιον, ἀπίθανος καὶ οὐκ εὔπλαστος ὁ λόγος ἦν. τί γὰρ ἰδὼν βαρὺ ὁ Ἀχιλλεὺς ζητήσει τὴν αἰτίαν; πόθεν δὲ καὶ στοχάσεται, ὅτι μηνίει Ἀπόλλων ὁ τῷ λοιμῷ ἐπιστατῶν, μηδενὸς παραδόξου συμβάντος; ἐπεὶ δὲ παρῆλθον ἤδη ἐννέα ἡμέραι τόσον χωσαμένου Ἀπόλλωνος καὶ τὸ κακὸν δέον ὂν κατὰ τοὺς παλαιοὺς ἐν τοσαύταις ἡμέραις ὑπολωφῆσαι, εἰ μὴ θεόθεν ἦν, τὸ δὲ ἐπὶ πλέον προάγεται, τότε δὴ ζητεῖται τὸ αἴτιον. Ἀχιλλεὺς δὲ ζητεῖ τὴν αἰτίαν καὶ οὐκ ἄλλος τις τῶν Ἑλλήνων, ὡς μὲν Ὅμηρος λέγει, ἐπεὶ αὐτῷ ἐν φρεσὶν ἔθετο Ἥρα κηδομένη τῶν Δαναῶν διά τε τὸ ὑβρισθῆναι ὑπ' Ἀλεξάνδρου τοῦ Τρωὸς καὶ θέλειν τὴν τῶν Ἑλλήνων σωτηρίαν ἐπὶ βλάβῃ τῶν Τρώων καὶ ὅτι καὶ τὸ τῶν Ἀργείων πρωτόθετον Ἄργος αὐτῆς ἦν, ὅθεν Ἀργεία ἐλέγετο, ὅ ἐστι Πελοποννησία. ὡς δὲ ἡ ἀλληγορία φησίν—Ὅμηρος γὰρ πολλαχοῦ ἐπικρύπτει ποιητικώτερον τὰς ἀληθεῖς αἰτίας—ὁ Ἀχιλλεὺς τὴν τοῦ λοιμοῦ αἰτίαν ζητεῖ διὰ τὸ ἰατρικὸς εἶναι, οἷα κατὰ τὴν ποίησιν μαθητευθεὶς ἰατρῷ τῷ Χείρωνι, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. ὁρῶν οὖν ὅτι νυκτὶ ὁ Ἀπόλλων, ὡς προείρηται, ἔοικε διὰ τὴν τοῦ ἀέρος πάχυνσιν καὶ ζόφωσιν καὶ ὅτι ὁ ἀὴρ οὐκ εἰλικρινῶς ἔχει, ἀλλὰ πάνυ νοσοποιός ἐστι, θεομηνίαν εἶναι τὸ πάθος συμβάλλεται πρῶτος τῆς τοῦ κακοῦ αἰτίας αἰσθόμενος ὡς ἰατρός. τοῦτο γὰρ ὁ μῦθος, φασίν, αἰνίσσεται διὰ τοῦ εἰπεῖν, ὅτι ἡ Ἥρα τῷ Ἀχιλλεῖ ἐν φρεσὶν ἔθετο. Ἥρα μὲν γὰρ ὁ ἀήρ. Ἀχιλλεὺς δὲ ἐξ ἀέρος τὴν τοῦ κακοῦ αἰτίαν νοεῖ. καὶ ἄλλως δέ γε τὸν Ἀχιλλέα ποιεῖ Ὅμηρος νοοῦντά τε τὸ κακὸν καὶ ἀγορὰν συνάγοντα, ἵνα πιθανὸν δόξῃ τὸ κατ' αὐτοῦ μόνου ὀργισθῆναι τὸν Ἀγαμέμνονα, ὡς καὶ πρώτου καὶ μόνου ζητήσαντος καὶ λαλήσαντος καὶ διὰ τοῦτο τῆς Χρυσηΐδος αὐτὸν στερήσαντος. ἄνθρωπος γὰρ θυμούμενος οὐ προσλογίζεται τὸ δίκαιον, ἀλλ' εἴτε δικαίως εἴτε ἀδίκως τὸν αἴτιον τοῦ ζημιωθῆναι κολάζει. Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ τῶν Ἑλλήνων δημοκρατικόν· Ἀχιλλεὺς γὰρ δίχα βασιλέως ἀγείρει τὸν λαόν. ὡς δὲ ὁ ποιητὴς καὶ εὐεπίφορός ἐστιν εἰς τὸν ἐννέα ἀριθμὸν καὶ διὰ τοῦτο δοκεῖ τισι κἀνταῦθα μὴ ἄλλον ἀριθμόν τινα θεῖναι, ἀλλὰ ἐννῆμαρ εἰπεῖν, πολλαχοῦ ἐν τοῖς ἑξῆς φανήσεται. [Τὴν δὲ κατὰ τὸν Ἀχιλλέα ἰατρικὴν δηλοῖ καὶ ἡ ἐπ' αὐτῷ παροιμία φαμένη χρησμῳδικῶς ὡς «ὁ τρώσας καὶ ἰάσεται», ἣν ἔφηνε Τήλεφος ὁ Μυσὸς ὑπ' Ἀχιλλέως καὶ πληγεὶς καιρίαν καὶ ἰαθείς. ὅθεν καὶ Τηλέφεια τραύματα κακοήθη, ὁποῖα θεραπεύσοι ἂν Ἀχιλλεύς, ὡς καὶ τὸ Τηλέφου· καθὰ καὶ Χειρώνεια, ὅσα δυσαλθῆ ὄντα δέοιντ' ἂν ἰατροῦ τοῦ Χείρωνος.