Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.739
Not analysed yet
κεχρώσμεθα», ἤγουν ἱκετεύθημεν κατὰ δεξιὰν καὶ γόνατα. τοιοῦτον δὲ καὶ τὸ χραίνειν κατὰ παραγωγήν, οὗ πρῶτος μετέχει ὁ χροῦς, ἐξ οὗ τέτραπται τραγικῶς καὶ τὸ «ἀγορᾶς χραίνων κύκλον». συγγενὲς δὲ τοῖς τοιούτοις καὶ τὸ χρίμπτειν, ὅ ἐστιν ἐν χρῷ πελάζειν, καὶ τὸ χρίειν, ἔτι δὲ καὶ τὸ χράειν, ὅ ἐστιν ἐπιπίπτειν. ὥσπερ δὲ ὁ τέρην χροῦς ἐκ μέρους τὴν ὅλην ἐδήλωσεν ἐνταῦθα σάρκα, οὕτω καὶ τὸ «γῦπες ἔδονται» τῷ μέρει τοῖς γυψὶ καὶ λοιπὰ σαρκοβόρα συνεισάγει ὄρνεα, ὧν γένος ὁ οἰωνὸς κατὰ τὸ «οἰωνοῖσί τε πᾶσιν». (v. 238) Ἀλόχων δὲ Τρωϊκῶν ὁ βασιλεὺς ἄρτι μέμνηται, καθὰ καὶ ὁ ῥήτωρ Νέστωρ πρὸ τούτων καθ' ὁμοίαν μέθοδον, ὡς ἐξ ἐκείνου κερδάνας τὸ νόημα. (v. 241) Τὸ δέ «χολωτοῖς ἐπέεσσιν» ἐπενεχθὲν μετὰ τὸ νεικείεσκεν δοκεῖ ὁρισμὸς νείκους εἶναι, ἵνα ᾖ νεῖκος λόγος χολωτός. (v. 242) Ἰόμωροι δὲ νῦν ἀπὸ μέρους οἱ ἁπλῶς πολεμισταί, κυρίως δὲ οἱ περὶ βέλη μεμορημένοι, ὅ ἐστι κακοπαθοῦντες, ἐκ τοῦ μόρος, ὃ δηλοῖ τὴν κακοπάθειαν, ἐκταθέντος τοῦ ο. ἢ οἱ ποιούμενοι ὤραν ἤτοι φροντίδα τῶν ἰῶν πλεονασμῷ τοῦ μῦ. ἑλκυσθήσεται δὲ ὁ αὐτὸς τῆς ἐτυμολογίας τρόπος καὶ εἰς τὸ ἐγχεσίμωρος. Τὸ δὲ ἐλεγχέες τοὺς ἐφυβρίστους καὶ ἀξίους ἐλέγχου δηλοῖ. τί δέ ἐστι κυρίως ἔλεγχος, ὁ τῶν στάσεων Ἐξηγητὴς δηλοῖ. εὐθεῖα δὲ τοῦ ἐλεγχέες ὁ ἐλεγχής. καὶ κλίνεται ἐλεγχέος, ἐξ οὗ θηλυκὸν ἐλεγχείη, ὡς ἔγχος ἔγχεος ἐγχείη. παραλαλεῖ δὲ καὶ δειλίαν ὁ ἔλεγχος ἐοικὼς ἀπὸ τοῦ ἐλᾶν τὸ ἔγχος γίνεσθαι. ψόγος γὰρ ἦν ἀνδρὶ Ἕλληνι ἡ τοῦ ἔγχους μὲν ἀπέλασις ἤτοι περιφρόνησις, φροντὶς δὲ τῶν ἰῶν ἤγουν τῶν ὀϊστῶν. ὅθεν καὶ ἐφ' ὕβρει ἔθηκεν ἴσως τὸ ἰόμωροι. τοξεύειν γὰρ οὐ πάνυ ἐν πολέμῳ ἤθελον οἱ ἥρωες. διὸ καὶ ἄμφω ἀντιπαρέθηκε τὸ ἰόμωροι καὶ τὸ ἐλεγχέες, ὡς μὴ δέον ὂν μήτε ἰομώρους εἶναι μήτε ἐλεγχέας τοὺς ἥρωας. [Εἰκὸς δὲ καὶ παρὰ τὸ ἑλεῖν ἔγχος γενέσθαι τὸν ἔλεγχον, ὡς πολλῶν ὅπλοις διακρινόντων τὰ στασιαζόμενα. εἰ δὲ ψιλοῦται ἡ ἄρχουσα, καινὸν οὐδέν.