Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.738
Not analysed yet
τινὰ ὁ λόγος αὐτῷ ἔχῃ, καὶ ὡς ἀμνήμονας χαρίτων αὐτοὺς ἐλέγξας καὶ γνοὺς τὸν Ὀδυσσέα λυπούμενον ἐπαναλαβὼν τὸν λόγον μειλίχια προσφωνεῖ. τὸν δὲ Διομήδην εἰς δειλίαν τε ὀνειδίζει οὐδὲν εἰπὼν πρὸς τὸν ὑπασπίζοντα Σθένελον, καὶ ἀνομοίως αὐτὸν ἔχειν τῷ πατρὶ Τυδεῖ λέγει παρεμπλέξας καὶ ἱστορίαν τοῦ Θηβαϊκοῦ πολέμου, ἔνθα ὁ Τυδεὺς εὐδοκίμησε. καὶ οὕτω μὲν ἡ πρὸς τοὺς ἥρωας δημηγορία τῷ βασιλεῖ πολυσχημάτιστος. οὐχ' ἧττον δὲ ταύτης πολυσχήμων καὶ ἡ τῶν ἡρώων πρὸς αὐτὸν ἀμοιβή. καὶ αὐτὴ γὰρ πολυειδὴς καὶ ὡς δυνατὸν ἀσυνέμπτωτος. Ἰδομενεὺς μὲν γὰρ ἀγαθὸς ἑταῖρος ἔσεσθαι ὑπισχνεῖται, ὡς τὸ πρῶτον ὑπέστη καὶ κατένευσε, κατηγορεῖ δὲ καὶ τῶν Τρώων, ὡς συγχεάντων τὰ ὅρκια. οἱ δὲ Αἴαντες οὐδέν τι ὅλως λαλοῦσι. Νέστωρ δὲ εὔχεται καὶ αὐτός, ὅσα καὶ ὁ βασιλεύς, καί τινα ἱστορίαν λαλεῖ καὶ ὑπισχνεῖται πονήσειν τὰ δυνατά. Ὀδυσσεὺς δὲ ἀντιτραχύνεται αὐτὸς ἠρέμα πρὸς τὸν βασιλέα τοῦ Ἀττικοῦ Μενεσθέως εἰς τὸ πᾶν σιωπῶντος. Διομήδους δὲ αἰδεσθέντος τὸν βασιλέα καὶ διὰ τοῦτο σιγήσαντος, ὁ μηδενὸς λόγου ἀξιωθεὶς Σθένελος ἀμείβεται μὲν αὐστηρότερον, ἐπιστομίζεται δὲ ὑπὸ τοῦ Διομήδους. οὕτω πολυδαίδαλον καλὸν ἡ Ὁμηρικὴ ποίησις καὶ ὑπὲρ τὸν ὑμνούμενον κεστόν. (v. 233) Ἰστέον δέ, ὅτι τὸ «θαρσύνεσκεν ἐπέεσσι» πρὸς διαστολὴν κεῖται τοῦ δώροις θαρσύνειν. Τὸ δέ «μήπω τι» ἀργὴν ἔχει τὴν παραπλήρωσιν. ἔστι γὰρ ἀντὶ τοῦ μή τι περιττοῦ κειμένου τοῦ πω. παρὰ δέ γε τοῖς ὕστερον χρονικὴν σημασίαν ἔχει τὸ μήπω, καθὰ καὶ τὸ οὔπω. παρέλκει δὲ ὁμοίως καὶ τὸ τι, καθὰ καὶ ἐν τῷ οὔτι. ὅλον γὰρ τὸ «μήπω τι μεθίετε» ταὐτόν ἐστι τῷ «μὴ ἀμελεῖτε». (v. 235) Τὸ δέ «οὐκ ἐπὶ ψευδέσσι πατὴρ ἔσσεται ἀρωγός» οἱ μὲν παροξύνουσιν, ἵνα λέγῃ, ὅτι οὐκ ἔσται βοηθὸς ὁ πατὴρ τοῖς ψεύσταις Τρωσίν, οἱ δὲ προπαροξύνουσι κατὰ γένος οὐδέτερον νοοῦντες, ὅτι οὐ ψεύσεται τὴν βοήθειαν. πατὴρ δὲ καὶ νῦν κατ' ἐξοχὴν ὁ Ζεύς. τὸ δὲ πληρέστερον «πατὴρ ἀνδρῶν τε θεῶν τε», ὡς καὶ τοῦτο προείρηται. (v. 237) Τέρενα δὲ χρόα τὴν ὅλην σάρκα λέγει ὡς ἐκ μέρους τοῦ προφαινομένου ἐξ ἐπιπολῆς πρὸς διαστολὴν τῶν ὀστῶν. ἐκεῖνα γὰρ οὐ τέρενα ἤτοι ἁπαλά. ὥσπερ δὲ ὁ χροῦς, οὕτω καὶ ὁ χρώς τὸ προφαινόμενον δηλοῖ τῆς κατ' ἄνθρωπον σαρκός, ἤγουν τὴν χροιάν, κατὰ τὸ «παραδραθέειν ᾗ χροιῇ». διὸ καὶ πρὸς τὸ ἐν χρῷ ὁμοιότητα ἔχει τὸ χρῴζειν, οἷον «γόνατα μὴ χρῴζειν ἐμά», ἤγουν χρωτίζειν καὶ ἐν χρῷ ἔχειν. ὅμοιον δὲ καὶ τὸ «μάτην