Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.74
Not analysed yet
(v. 56) Ἰστέον δὲ ὡς εἰπὼν ὁ ποιητής «κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο» ἐπιτηδευτὴν παρίσωσιν ἐποίησε διὰ τοῦ κήδετο καὶ τοῦ ὁρᾶτο τῶν Ἰωνικῶν. ἄλλως γὰρ εἶχεν εἰπεῖν Ἀττικῶς, ὅτι ῥα θνῄσκοντας ἑώρα.] (v. 55) Ὅτι δὲ Ἥρα ὁ ἀήρ, δηλοῦται, φασί, καὶ ἐκ τοῦ ἀναγραμματισμοῦ. ἐξ ὧν γὰρ ἡ Ἥρα γραμμάτων, ἐκ τούτων λαλεῖται καὶ ὁ ἀήρ. τοῦτο δὲ ὁμοιότητα τῶν ταὐτογραφουμένων δηλοῖ. τοιαῦτά τινα καὶ τὸ χόλος ὄχλος καὶ τὸ ἀρετή ἐρατή καὶ τὸ φλύαρος φλαῦρος παρ' Ἀττικοῖς. καὶ ἐν τούτοις γὰρ συγγένειά τις, ὥσπερ ἐν γράμμασιν, οὕτω καὶ ἐν νοήμασιν. οὕτω τις τῶν ἐπιτρίπτων κολάκων τὸ Ἀρσινόη «Ἥρας ἴον» ἀνεγραμμάτιζεν αἰκάλλων θωπευτικῶς τὴν βασίλισσαν Ἀρσινόην, ὡς πρέπουσαν εἶναι Ἥρας ὀσφράδιον. τοῦ δὲ αὐτοῦ τύπου καὶ τὸ λιαρός ἱλαρός· ἤδη δέ που καὶ τὸ λόχος ὄχλος καὶ τὸ ὀλίγος λοιγὸς καὶ τὸ ὄλισθος λοῖσθος καὶ τὸ χλόη χολὴ καὶ τὸ ῥα ἄρ, δι' ὧν δηλοῦται τὸ δή· καὶ τὸ ἀγρυπνία ἀργυπνία καὶ τὸ Ἄτλας τάλας καὶ τὸ παραχύτης σαπρὰ τύχη καὶ ἕτερα, [ἐν οἷς καὶ τὸ κάρα καὶ ἄκρα ταὐτιζόμενα ἐν τῷ κατ' ἄκρης· ἤδη δὲ καὶ τὸ καρίς ἀκρίς. μάλιστα δὲ προσφυὲς εἰς τὸ κατὰ τὴν Ἥραν ἀναγραμματιζόμενον τὸ Ῥέα κύριον εἰς τὸ ἔρα, ὅ ἐστι γῆ, εἰς ἣν δηλαδὴ ἀλληγορεῖται ἡ τοῦ Κρόνου γυνὴ Ῥέα κατὰ τὸ «ὀρεστέρα παμβῶτι γᾶ, μᾶτερ αὐτοῦ Διός», ὃ κεῖται παρὰ Σοφοκλεῖ. Ἰστέον δὲ ὅτι τὰς γυναῖκας εἰωθὼς ὁ ποιητὴς ἐπιθετικῶς ἐπαινεῖν ἐκ μὲν τῶν κατὰ ψυχὴν δαΐφρονας καλεῖ καὶ ἰφθίμας καὶ κέρδεα εἰδυίας καὶ ὅσα ἄλλα ἐθέλει, ἀπὸ δὲ τῶν ἐκτὸς εὐπατερείας, εὐειδέας, καλλιπαρῄους, ἑλικώπιδας, ῥοδοδακτύλους, βοώπιδας, ἀργυροπέζας καὶ ἕτερα. ἐνταῦθα δὲ λευκώλενον Ἥρην φησίν, ὃ κατ' ἀλληγορίαν τὸ διαφανὲς τοῦ ἀέρος αἰνίττεται. Ἰωνικὸν δὲ τὸ Ἥρη ὡς γὰρ θήρα θήρη, πήρα πήρη, οὕτω καὶ Ἥρα Ἥρη· ὡς δὲ ἡ ὠλένη, ἀφ' ἧς ἡ λευκώλενος, ἐκ τοῦ ὀλῶ, τὸ πράττω, γίνεται ἐπενθέσει τοῦ υ κατὰ Ἴωνας, ἵνα ᾖ οὐλένη καὶ Δωρικῶς ὠλένη, καὶ ἀλλαχοῦ εἰρήσεται.] (v. 57) Ὅτι τὸ «ἤγερθεν» σημαίνει μὲν ἐνταῦθα τὸ ἠθροίσθησαν ἀπὸ θέματος τοῦ ἀγείρω. ἔστι δὲ Αἰολικόν· κανονίζεται δὲ ἀπὸ τῆς ἀγερθέντος μετοχῆς ἀποβολῇ τῆς τος. πλατύτερον δὲ περὶ τούτου καὶ τῶν ὁμοίων ῥημάτων λεχθήσεται μετ' ὀλίγα, ὅτε λέγει περὶ Ἀθηνᾶς ἐν τῷ «δεινὼ δέ οἱ ὄσσε φάανθεν». Ἰστέον δὲ ὅτι τὸ ἤγερθεν σημαίνει ποτὲ καὶ τὸ ἀνέστησαν ἀπὸ τοῦ ἐγείρω. διὸ ἐνταῦθα διασαφῶν ἑαυτὸν Ὅμηρος ἐπάγει μετὰ τὸ «οἳ δ' ἐπεὶ οὖν ἤγερθεν» τὸ «ὁμηγερέες τ'