Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.741
Not analysed yet
ψιλῶν μεταπεσόντων εἰς δύο δασέα, ὃ γίνεται καὶ ἐπὶ τοῦ ἐρρίφθη καὶ ἐτύφθη καὶ ἐβλάφθη, ἐκ τοῦ ῥίπτω καὶ τύπτω καὶ βλάπτω, ἔτι δὲ καὶ ἐπὶ τοῦ ἐρρῆχθαι, πεφοινίχθαι, πεπλῆχθαι, ἀπὸ τοῦ ἔρρηκται, πεφοίνικται, πέπληκται, καὶ ἐπὶ ἄλλων ὁμοίων.] Τὸ [δὲ] τεθηπότες μέσος παρακείμενος τοῦ θάπτω, ὅπερ ἄγειν οἶδε τοὺς συμπαθεῖς εἰς ἔκπληξιν. ἀφ' οὗ καὶ θάπος καὶ Ἰωνικῇ ἐναλλαγῇ τῶν στοιχείων τάφος, ἡ ἔκπληξις, καὶ θαπών μετοχὴ ἐνεργητικοῦ δευτέρου ἀορίστου καὶ κατὰ ὅμοιον ἄλλαγμα τῶν ἀφώνων ταφών, ὁ ἐκπλαγείς. ὅτι δὲ Ἰώνων ἰδία ἡ τοιαύτη τῶν δασέων καὶ ψιλῶν ἀντιμεταχώρησις εἰς τὰ σύστοιχα, δηλοῦσι μὲν καὶ τὰ τοῦ γλυκέος Ἴωνος Ἡροδότου, τὸ ἐνθεῦτεν, τὸ κιθών, τὸ βάθρακος καὶ ἕτερα, δηλοῦσι δὲ καὶ πολλὰ τῶν κοινῶν καὶ ἰδιωτικῶν. τὰ γοῦν ἀκάνθια ἀχάντια τῶν τινές φασιν ἑῴων ἀνδρῶν, καὶ ἡ τοῦ κύσθου δὲ λεοντῆ παρὰ τῷ Κωμικῷ εἰς τοιοῦτον πίπτει Ἰωνισμόν, εἴπερ ἀπὸ τοῦ κέχυται γίνεται διὰ τὴν ἐκεῖθεν κατὰ φύσιν χύσιν. Ἰωνικῶς δὲ ἰδιώτισται καὶ τὸ ἐκ τῆς χύτρας συντεθὲν μονόκυθρον. οὐ μακρὰν δὲ τούτων οὐδὲ τὸ πάσχα ἐκ τοῦ φάσκα καλλιφωνηθέν. Νεβροὶ δὲ τὰ νεογνὰ τῆς ἐλάφου, ὡς πολλαχοῦ δηλοῦται. Ἰωνικὴ δὲ καὶ Ἀττικὴ ἡ κατὰ θηλυκὸν γένος προφορὰ τῆς νεβροῦ. (v. 244) Τὸ δέ «ἐπεὶ οὖν» ἀργοῦ κειμένου τοῦ οὖν ταὐτόν ἐστι τῷ ἐπειδή. (v. 243) Τὸ δέ «ἔστητε τεθηπότες οὐδὲ μάχεσθε» τὸν σκοπὸν συναιρεῖ τῆς ὅλης παραβολῆς. ἵστανται γὰρ οἱ Ἀχαιοὶ κατὰ τὰς νεβροὺς καὶ τεθήπασι κατ' ἐκείνας καὶ οὐ μάχονται, ὡς οὐδ' ἐκεῖναι ἀλκὴν ἐνδείκνυνται. (v. 248) Ὅτι τὴν πολιὴν θῖνα, ἧς καὶ ἐνταῦθα μέμνηται ὁ ποιητὴς ἐν τῷ «νῆες εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης» «πολιῆτιν ἀκτήν» Εὐριπίδης φησὶ παραφραστικῶς ἐν τῷ «ψάμαθοι πολιήτιδος ἀκτῆς», ἤγουν λευκῆς κατὰ τοὺς παλαιούς. καὶ ἔοικεν ἐκεῖνος πρῶτα μὲν πολῖτιν εἰπεῖν τὴν πολιάν, εἶτα Ὁμηρικῶς πλεονάσαι τῷ η. καὶ γὰρ καὶ