Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.742
Not analysed yet
Ὅμηρος τὸν πολίτην πολιήτην φησίν, ὅπερ Ἰωνικὸν εἶναι δοκεῖ κατὰ τὸ Μασσαλιήτης, Ἀπολλωνιήτης, οἰκιήτης, ἃ κεῖνται παρὰ τῷ Ἡρωδιανῷ. δύναται δὲ ἐκεῖνο καὶ ἀπὸ τοῦ πολιά γενέσθαι τροπῇ τοῦ α εἰς η. (v. 249) Ὅτι τὸ «ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων», ἀντὶ τοῦ ὑπεράνω θήσει, σκεπάσει ὑμᾶς. οὕτω δέ, φασί, καὶ οἱ μεθ' Ὅμηρον, οἷον «ὑπερέσχεν ὑμῶν τὴν χεῖρα θεός». Σημείωσαι δέ, ὅτι τὸ Κρονίων καὶ ἐνταῦθα ὡς καὶ ἐν ἄλλοις ἐκτείνει τὴν παραλήγουσαν καὶ ὅτι τὸ «ἢ μένετε ὄφρα εἰδῆτε, ἐὰν ὑμῶν χεῖρα ὑπέρσχῃ θεός» παροιμίαν γεννᾷ τὴν εἰποῦσαν «σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει». οὐ γὰρ χρὴ ἀναμένειν, ἵνα ἁπλῶς οὕτω χεῖρα ὑπέρσχῃ θεός, ἀλλὰ συνεισάγειν καὶ τὰ οἴκοθεν. οἱ δὲ ὕστερον καὶ ἐπὶ νίκης τὸ ὑπερσχεῖν τιθέασιν, ὥσπερ καὶ τὸ ὑπερέχειν. (v. 250) Ὅτι στὶξ μὲν ἐξ ἀνδρῶν πεντακοσίων κατὰ τοὺς παλαιούς, οὐλαμὸς δὲ τάξις ἐκ τεσσαράκοντα ἀνδρῶν, φάλαγξ δὲ ἀπὸ ἑκατόν καὶ εἴκοσι, πύργος δὲ ἐκ τριακοσίων καὶ ἑξήκοντα, τάξις αὕτη τετραγωνοειδῶς πυκνουμένη. Ὅμηρος δὲ ἐν τῇ ἐπιπωλήσει ταύτῃ χρᾶται μὲν ταύταις ταῖς λέξεσι, λαμβάνει δὲ αὐτὰς ἐπὶ τῆς ἁπλῶς κατὰ πληθύν τινα τάξεως, ἐν οἷς λέγει στίχας ἀνδρῶν καὶ οὐλαμὸν ἀνδρῶν καὶ πυκινὰς φάλαγγας καὶ πύργους Ἀχαιῶν. γίνεται δέ, ὡς καὶ ἑτέρωθι δηλοῦται, ἡ μὲν στὶξ ἀπὸ τοῦ στείχω διὰ τὸ τῆς πορείας εὔτακτον, οὐλαμὸς δὲ παρὰ τὸ οὖλον, τὸ συνεστραμμένον, ὡς τὸ «οὖλον κεκλήγοντες», ἐξ οὗ καὶ οὐλόθριξ, ἵνα δηλοῖ οὐλαμὸς στρατοῦ συστροφήν. φάλαγγες δὲ παρὰ τὰ φαλάγγια, ὥς φασιν οἱ παλαιοί. οὕτω δὲ παρ' ἐκείνοις ἐκαλοῦντο τὰ ξύλα, ὅθεν αἱ στρατιωτικαὶ φάλαγγες, ἐπειδὴ ξύλοις οἱ πάλαι καὶ ῥοπάλοις καὶ κορύναις ἐμάχοντο. διό, φασί, καὶ ἡμεῖς τὰ ἐκ ξύλων οἰκοδομήματα φάλαγγας καλοῦμεν. καὶ μήποτε διὰ τοῦτο καὶ τὰ ἐν ταῖς δοκοῖς τῶν οἴκων τεχνουργοῦντα ἀράχνια φαλάγγια λέγεται, ἴσως δὲ καὶ τὰ τοῖς πλοίοις ὑποτιθέμενα ἕρματα ἐντεῦθεν οἱ πολλοὶ φαλάγγια λέγουσιν. Ἀριστοτέλης δὲ καὶ ἐπὶ δακτύλου τὴν λέξιν τίθησιν, οὗ τὸ μὲν καμπτικόν, φησί, κόνδυλος, τὸ δὲ ἄκαμπτον φάλαγξ. Ἡρόδοτος δὲ ἐβένου φάλαγγάς πού φησιν. Ὁ δέ γε πύργος καθ' ὁμοιότητα τῶν