Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.743
Not analysed yet
οἰκοδομουμένων λέγεται διὰ τὴν τῶν στρατιωτῶν πύκνωσιν, ἣν ἀλλαχοῦ διὰ παραβολῆς παραδηλώσει ὁ ποιητὴς πύργου εἰκάζων οἰκοδομῇ τὴν τοιαύτην τάξιν. περὶ δὲ τοῦ λόχου μετ' ὀλίγα ἐν οἰκείῳ τόπῳ ῥηθήσεται. (v. 251) Ὅτι τὸ «ἦλθεν ἐπὶ Κρήτεσσι» κατὰ ἀντίπτωσιν εἶπεν ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας. οὕτω δὲ καὶ κατωτέρω ἐρεῖ «ἦλθεν ἐπ' Αἰάντεσσιν». (v. 253 s.) Ὅτι Ἰδομενεὺς μὲν ἐν προμάχοις ἵστατο «συῒ ἴκελος ἀλκήν». καὶ ὅρα καὶ νῦν συντομίαν παραβολῆς. Μηριόνης δὲ πυμάτας, φησίν, ὤτρυνε φάλαγγας, οὐραγὸς δηλονότι ὤν. οὐρὰ γὰρ καὶ κατὰ Ξενοφῶντα τὸ ὀπίσω τῆς φάλαγγος, ὥσπερ στόμα καθ' Ὅμηρον ὁ τόπος τῶν προμάχων. καὶ οὕτω μὲν τάξεως εἶχον οἱ ἀριστεῖς. (v. 255—64) Ὁ δὲ βασιλεὺς ἰδών, φησίν, αὐτοὺς γήθησε καὶ δὴ τὸν Ἰδομενέα προσεποτρύνει μειλιχίοις, ἔπεσι δηλαδή, ἀναμνήσας, ὡς τιμᾷ αὐτὸν ἔν τε πολέμῳ τὸ δεξιὸν τυχὸν κέρας αὐτῷ διδοὺς ἤ τι τοιοῦτον ἄλλο ποιῶν, τιμᾷ δέ «καὶ ἀλλοίῳ ἐπὶ ἔργῳ», οἷον ἐν βουλῇ καὶ θυσίαις καὶ δημηγορίᾳ, τιμᾷ δὲ καὶ ἐν δαιτί, «ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον Ἀργείων οἱ ἄριστοι ἐνὶ κρητῆρσι κέρωνται· εἴ περ γάρ», φησίν, «ἄλλοι γε καρηκομόωντες Ἀχαιοὶ δαιτρὸν πίνωσι, σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηκεν, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγει». ἐτίθεντο δὲ καὶ τὰ τοιαῦτα ἐν τιμῇ οἱ παλαιοί, ὡς καὶ μετ' ὀλίγα φανήσεται. καὶ ἔστι, καθὰ καὶ προσεσημείωται, ἀφορμὴ καὶ τοῦτο τοῦ οἰνοβαρῆ τὸν βασιλέα ὑπ' Ἀχιλλέως λεχθῆναι, ὥσπερ καὶ τὸ τοὺς Ἕλληνας πρὸ τούτου καὶ τοὺς Τρῶας ἐν ὑποθέσει συμποσίου μετρεῖν. (v. 259) Οἶνος δὲ καὶ νῦν γερούσιος ὁ τοῖς γέρουσιν, ἤτοι τοῖς ἐντίμοις, διδόμενος ἐν συμποσίῳ κοινῷ. Αἶθοψ δέ, ὡς καὶ προεγράφη, ὁ μέλας ἢ θερμός. ἔνθα ὅρα, πηλίκην ἔχει διαφορὰν ὁ αἶθοψ καὶ ὁ Αἰθίοψ, καὶ ταῦτα ἐξ ὁμοίας ὄντα παραγωγῆς, [ὥσπερ σὺν ἄλλοις καὶ τὸ περίττευμα καὶ περίττωμα.] (v. 260) Τὸ δέ «ἐνὶ κρητῆρσι κέρωνται» τρόπου ἐστὶν ἐτυμολογικοῦ. δῆλον γάρ, ὡς ἐκ τοῦ κερᾶν ὁ κρατήρ, ὡς οἷά τις ὢν κερατήρ. Σημειωτέον δὲ τὸ κέρωνται οὐκ ἐκ περισπωμένου ἐνεστῶτος κινηθέν, ἀλλ' ἔκ τινος βαρυτόνου, ὁποῖον οὐκ ἔστι ῥᾳδίως εὑρεῖν. (v. 262) Δαιτρὸν δὲ πίνειν ἐπιρρηματικῶς ἀντὶ τοῦ μεμερισμένως.