Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.745
Not analysed yet
ἔθετο, ἀλλὰ διέστησεν, ἵνα λανθάνειν ἔχῃ τὸ ὁμοειδές, τοῦ μὲν ἐν πρώτοις μνησθείς, τοῦ δὲ ἐς ὕστερον. (v. 274) Ὅτι νέφος πεζῶν εἰπὼν ὁ ποιητὴς τῶν ὑπὸ τοὺς Αἴαντας, ἤγουν πυκνότητα καί τινα μελανίαν ἐκ πυκνώσεώς τε πολλῆς καὶ ἐκ τῆς ἀπὸ σιδήρου ὁπλίσεως, καὶ τολμήσας τὴν λέξιν τοῦ νέφους ἐπὶ ἀνθρώπων εἰπεῖν κατὰ σκληρὰν τροπήν, ὅμως θεραπεύει τὴν τόλμαν εὐθὺς συνήθως διὰ παραβολῆς τῆς ἀπὸ πυκνότητος καὶ μελανίας νέφους, οἱονεὶ λέγων, ὡς, ἐὰν ἡ τοῦ νέφους ὁμοιότης προσαρμόζῃ αὐτοῖς, δοτέον μοι καὶ νέφος πεζῶν εἰπεῖν. οὕτω καὶ ἐν Ὀδυσσείᾳ τὴν τοῦ Ὀδυσσέως φάμενος καρδίαν ὑλακτεῖν παρεμυθήσατο τὸ ἀναιδὲς τῆς λέξεως τῇ ἀπὸ τοῦ κυνὸς παραβολῇ. καὶ ἄλλα δὲ τοιαῦτα ποιεῖ πολλαχοῦ. (v. 275—82) Εἰπὼν οὖν, ὅτι κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν—τοιούτων γὰρ οἱ Αἴαντες ἄρχειν ἐοίκασιν—ἐπάγει παραβολὴν τοιαύτην· «ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδε νέφος αἰπόλος ἀνὴρ ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς, τῷ δέ τ' ἄνευθεν ἰόντι», ἢ ἐόντι, «μελάντερον ἠΰτε πίσσα φαίνεται ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν· ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι, σάκεσί τε καὶ ἔγχεσι πεφρικυῖαι». (v. 281) Ὅρα οὖν, ὅτι πρὸς τὸ πυκνὸν καὶ πάνυ μέλαν τῆς πεζικῆς τάξεως εἴληφε τὴν ἐκ τοῦ νέφους παραβολήν. ὡς γὰρ τὸ ἐν νέφει μέλαν πυκνόν ἐστι, οὕτω καὶ αἱ τῶν πεζῶν φάλαγγες πυκιναὶ ἐκινοῦντο κυάνεαι. διὸ καὶ νέφος πεζῶν εἰπεῖν ἐτόλμησεν, ὃ μιμητικῶς ἀντιστρέψας ὁ πολύνους Λυρικός, καθά που καὶ προδεδήλωται, στρατὸν ἔγραψέ που νεφελῶν, ὡς δῆθεν ταὐτὸν ὂν εἰπεῖν «στρατιᾶς νέφος» καὶ αὖ ἀνάπαλιν «στρατιὰν νεφελῶν». ἀφ' οὗ κερδήσαντες οἱ ναυτικοὶ στρατεύεσθαι νέφη φασίν, ὅτε πολλὰ συσταθέντα ἐπαγγέλλονται ταραχὴν ἀέρος διὰ τὴν περὶ αὐτὰ μελανίαν τὴν ἐκ πυκνώσεως. δῆλον δὲ καί, ὅτι μελαίνει ἐν ἡμέρᾳ τὸν μεταξὺ ἀέρα ἡ τοῦ πλήθους πυκνότης, ὡς καὶ τὸ νέφος ἡ τῶν ἀτμίδων πύκνωσις. Σημείωσαι δὲ καί, ὡς, ἐπειδὴ ἐκ νεφῶν πολλάκις καὶ ἀστραπαὶ ἀποπάλλονται, καλῶς ἄρα ἡ τραγῳδία ἐτόλμησεν ἐκ τοῦ ῥηθέντος Ὁμηρικοῦ νέφους λαβοῦσα εἰπεῖν ὅπλων ἀστραπὴν ἐν τῷ «κατέσχον ἅπαν πεδίον ἀστραπαῖς». [(v. 274) Ἰστέον δέ, ὅτι τὸ νέφος πεζῶν ἔχει τι καὶ ἀντιθετικῆς ἀστειότητος ῥηθὲν πρὸς διαστολὴν τοῦ κυρίως νέφους. ἐκεῖνο μὲν γὰρ οὐράνιον, τοῦτο δὲ περιπέζιον.] Πεζοὶ δὲ γίνονται μὲν ἀπὸ τοῦ