Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.746
Not analysed yet
πέζα, ὁ πούς, καὶ δηλοῦσιν ἀνθρώπους ποσὶν ἁπλῶς βαίνοντας πεδοῖ, ὅ ἐστι περὶ τὸ πέδον. [ἐξ οὗ τροπῇ συνήθει τοῦ δ εἰς ζ γίνεται καὶ ἡ πέζα καὶ ὁ πεζός καὶ τὰ ἐξ αὐτῶν.] Νῦν δὲ στρατιωτικὴν σημαίνουσι τάξιν διαστελλομένην πρός τε τοὺς ἐφ' ἁρμάτων καὶ τοὺς κέλητας. ἐξ αὐτῆς δὲ οἱ πεζαίτεροι, τάγμα καὶ αὐτοὶ στρατιωτικόν. ὧν ἡ γραφὴ διάφορος. οἱ μὲν γὰρ ἐν τρισὶ ψιλοῖς ε γράφονται κατὰ τοὺς παλαιούς, στρατιῶται ὄντες τὴν μὲν μίαν πέζαν ὡπλισμένοι, τὴν δὲ ἑτέραν γυμνοί. ἄλλοι δὲ τὴν παραλήγουσαν διὰ διφθόγγου ἔχουσιν, ὡς ἐν πεζοῖς ἑταῖροι ὄντες τῷ ἄρχοντι διὰ τὸ ἐν μάχῃ ἀπόλεκτον κατ' ἀνδρίαν, ὁποίων, φασί, καὶ Δημοσθένης μέμνηται ἐν Φιλιππικοῖς. [ἡ μέντοι ἀναλογία γράφει τὴν προπαραλήγουσαν καὶ διὰ διφθόγγου τῷ λόγῳ τοῦ πρωϊαίτερος καὶ τῶν ὁμοίων.] καὶ οὕτω μὲν ταῦτα. (v. 275—9) Ἔχει δὲ καὶ ἡ εἰρημένη παραβολὴ πολυμάθειάν τινα· φύσιν τε γὰρ νέφους ὑποδηλοῖ καὶ διδάσκει, ὅτι τὸ πελάγιον νέφος, τὸ οὕτω μέλαν καὶ πυκνόν, ὄμβρον ἐπάγει καὶ μάλιστα Ζεφύρῳ διωκόμενον. αὐτὸς μὲν γὰρ τὰ νέφη συνάγων χειμῶνα ποιεῖ, Εὖρος δὲ καὶ Νότος παύουσι διαλύοντες τὰ συνιστάμενα. καὶ ἱστορίας δὲ ζωϊκὰς ἡ παραβολὴ ἔχει, ὅτι δηλαδὴ ζῷον αἱ αἶγες δύσριγόν τε καὶ ὑψίνομον. κατὰ δέ τινας καὶ ὄϊς κύουσα, ἐὰν αἴθριος ἀκούσῃ βροντῆς, ἐκτιτρώσκει. Φησὶ δὲ καὶ Ἀριστοτέλης, ὅτι διδάσκουσιν οἱ ποιμένες τὰ πρόβατα συνθεῖν, ὅταν ψοφήσῃ. ἂν γὰρ βροντήσαντος ὑπολειφθῇ τις καὶ μὴ συνδράμῃ, ἐκτιτρώσκει, ἐὰν τύχῃ κύουσα. διὸ ὅταν ψοφήσῃ ἐν τῇ οἰκίᾳ, τουτέστιν ἁπλῶς κτύπον τινὰ ποιήσῃ, συνθέουσι διὰ τὸ ἔθος. τοῦτο γοῦν ὑπεμφαίνει καὶ ὁ ποιητὴς ἐν τῷ «ὑπό τε σπέος ἤλασε μῆλα», ὡς καὶ τοῦ αἰπόλου τηνικαῦτα ὑπὸ σπηλαίῳ ποιουμένου τὰ μῆλα, οὐ μόνον ἵνα μὴ καταβραχῶσιν, ἀλλὰ καὶ ἵνα μὴ τυχὸν βροντῶν καταρρηγνυμένων ἐκτρώσωσιν, ὡς εἶναι δῆλον ἐκ τούτου, ὅτι δεῖ καὶ πολύπειρον καὶ σοφὸν τὰ τοιαῦτα τὸν νομέα εἶναι. (v. 275) Ἰστέον δέ, ὅτι σκοπιὰ μὲν ἡ τοῦ ὄρους κορυφή, δι' ἧς διασκοπεῖν ἔστι τὰ πόρρω. ἡ δ' αὐτὴ καὶ περιωπὴ λέγοιτ' ἂν καὶ χῶρος περίσκεπτος, ὅθεν τὰ πέριξ βλέποι τις ἂν καὶ σκέπτοιτο. Ἐν δὲ τῷ «εἶδε νέφος» διὰ διφθόγγου γράφει ὁ ποιητὴς τὸ εἶδεν ὡς ἐκ παρατατικοῦ, εἰ καὶ ἐν διαφόροις αὐτὸ συστέλλει ὡς δεύτερον ἀόριστον. ἐπαμφοτερίζει τοίνυν παρὰ τῷ ποιητῇ καὶ ἡ τοῦ ῥήματος τούτου γραφή. Αἰπόλος δὲ ὑπόκειται νέμων ἐν τῇ ῥηθείσῃ σκοπιᾷ διὰ τὸ τὰς αἶγας μάλιστα ὑψινόμους εἶναι, ὡς εἴρηται.