Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.753
Not analysed yet
αἰτίαν ἐκεῖνος ταύτην πρὸς τὸν Αἰνείαν ἐρεῖ· «μή ποτε οἱ σοὶ ἵπποι δείσαντες οὐκ ἐθέλωσιν ἐκφέρειν πολέμοιο σὸν φθόγγον ποθέοντες». ἄλλοι δὲ καὶ οὕτω νοοῦσι τὸ τοῦ Νέστορος παράγγελμα· εἴ τις τὸ οἰκεῖον ἀφεὶς εἰς ἑτέρου ὁμοεθνοῦς ἅρμα ἔλθοι, δόρυ ἐκεῖνος ὁ ἕτερος ἄνωθεν ὀρεξάσθω καὶ ἐκτείνας αὐτὸ ἀνακομισάτω ἐπὶ σωτηρίᾳ εἰς τὸ ἴδιον ἅρμα τὸν εἰς αὐτὸν ἐλθόντα. κατὰ δὲ ἑτέρους ἐκεῖνος ὁ ἕτερος ὁμοεθνής, ὁ τὸ ἅρμα ἔχων, ἔγχος ἐκτείνας παταξάτω τὸν τοιοῦτον, ἵνα δηλαδὴ μηδεὶς τὸ ἴδιον ἀφῇ ἅρμα φόβῳ τοῦ ὑπὸ τοῦ συμφυλέτου τρωθῆναι καὶ πεσεῖν. Καὶ σημείωσαι, ὅτι τὸ Ὁμηρικὸν τοῦτο χωρίον ἀμφιβόλως ἔχει τέσσαρας ἐννοίας προβεβλημένον, καὶ ταύτας ἁπάσας ἔσω λόγου κειμένας, ὡς δέδεικται. πολλαχοῦ δὲ Ὅμηρος καὶ οὕτω ποικίλλεται, ὡς εἶναι εἰπεῖν αὐτὸν ἐν τοῖς τοιούτοις «τετράγωνον ἄνευ ψόγου». μεταπίπτει μὲν γὰρ ταῖς ἀμφιβόλοις ἐννοίαις οὕτως ἢ οὕτως. ἐν ἁπάσαις δὲ σταθερός ἐστι καὶ ἄψογος. Ἰστέον δέ, ὅτι τὸ «ἔγχει ὀρεξάσθω», ἀντὶ τοῦ ἐκταθήτω, πρὸς ὁμοιότητα εἴρηται τοῦ «χειρὶ ὀρεξάσθω». διὸ καὶ ὥσπερ τὸ «χειρὶ ὀρεξάσθω», ἀντὶ τοῦ «ἐκτεινάτω τὴν χεῖρα», οὕτω καὶ ἔγχει ὀρεξάσθω ἀντὶ τοῦ ἔγχος τεινάτω, καθὰ εἴρηται. ὥσπερ γὰρ ὁ πόδα τείνων ἢ χεῖρα ποδὶ ὀρέγεται καὶ χειρί, οὕτω καὶ ὁ δόρυ ἐκτείνων δόρατι ὀρέγεται, τὴν τάσιν τῷ ἔγχει ποιούμενος διὰ μέσης χειρός. (v. 308 s.) Ὅτι ἀγαθὰ ὁ ποιητὴς διὰ τοῦ γέροντος βουλευσάμενος καὶ ἄριστα τάξας καί πως ἀποδεξάμενος ἑαυτὸν ἐπάγει· «ὧδε καὶ οἱ πρότεροι πόλιας καὶ τείχε' ἐπόρθουν τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες». τοῦτο δὲ καὶ πᾶς ἂν εἴπῃ ὁ παραγγέλλων εἰς παλαιὰ στρατηγήματα. Σημείωσαι δέ, ὅτι τὸ ῥηθὲν καθολικὸν καὶ ἀόριστον παράδειγμα τὸ «ὧδε καὶ οἱ πρότεροι» καὶ ἑξῆς ἐντρεπτικώτερόν ἐστι τοῦ ὡρισμένου καὶ μερικοῦ. οὐ γὰρ ὁ δεῖνα ἢ ὁ δεῖνα οὕτω πόλεις ἐπόρθει, ἀλλ' οἱ παλαιοὶ πάντες. (v. 310) Ὅτι ἐν τῷ «ὣς ὁ γέρων ὤτρυνε πάλαι πολέμων εὖ εἰδώς» πολλὴν πεῖραν καὶ τὴν ἐντεῦθεν ἐπιστήμην ἐπιμαρτύρεται τῷ Νέστορι. τὸ δέ «πολέμων εὖ εἰδώς» ταὐτόν ἐστι τῷ πρὸ μικροῦ ῥηθέντι «τόξων εὖ εἰδώς». (v. 311) Ὅτι ποικιλώτατος ὢν τὴν φράσιν ὁ ποιητὴς πολλαχοῦ καὶ αὐταῖς λέξεσι ταὐτολογεῖ, ὡς καὶ ἐνταῦθα. εἰπὼν γὰρ ἐπὶ τῶν Αἰάντων «καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων», ὡσαύτως καὶ ἐπὶ Νέστορος λέγει. ἐπὶ δέ γε τῶν Κρητῶν λέξεων τε μεταθέσει ἐχρήσατο καὶ ὑπαλλαγῇ τῶν βασιλικῶν ἐπιθέτων εἰπών· «τοὺς δὲ ἰδὼν