Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.752
Not analysed yet
θανάτῳ ἐν τοῖς πρὸ τούτου ἐδικαίου ὁ Νέστωρ τε καὶ ὁ βασιλεύς. Ἄσιος δέ τις ἐν τοῖς μετὰ ταῦτα ἐναγλαϊζόμενος τοῖς ἑαυτοῦ ἵπποις καὶ ἀστρατηγήτως φανητιῶν ἐπάξια τῆς ἀτασθαλίας πείσεται. [(v. 302) Ὅρα δὲ τὸ σφούς, οὗπερ εὐθεῖα, εἰ καὶ μὴ πρόχειρος εἰς χρῆσιν, ὁ σφός. ὅθεν καὶ χρηστὴ δοτικὴ «σφοῖσι», τοῖς ἰδίοις, καὶ αἰτιατική «σφούς» καὶ θηλυκόν, ὡς εἰκός, «σφή». ἐξ οὗ καὶ τὸ «σφῇ ἀρετῇ» καὶ «σφῇσι κεφαλαῖς», ταῖς ἰδίαις.] (v. 303) Ἱπποσύνην δὲ λέγει τὴν ἱππικὴν ἀρετήν, ἤτοι τὴν ἡνιοχικήν, ἄλλο οὖσαν παρὰ τὴν ἠνορέην ἤτοι τὴν ἀνδρίαν. τὸ δέ «μηδέ τις μεμάτω μηδ' ἀναχωρείτω» ἐναλλαγὴν ἔχει σχήματος. ἄλλως γὰρ ἀπαρέμφατα καὶ ταῦτα ἐχρῆν εἶναι ἀκολούθως τῷ «ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι», ἵνα ἔλεγε χρῆναι ἵππους ἐπέχειν μηδὲ κλονεῖσθαι καθ' ὅμιλον μηδέ τινα μόνον προπηδᾶν μηδὲ ἀναχωρεῖν. (v. 305) Ἀλαπαδνότεροι δὲ ἀντὶ τοῦ εὐκαταφρόνητοι, εὐπόρθητοι, ἐκ τοῦ ἀλαπάζω, τὸ πορθῶ, κατὰ συγγένειαν τοῦ ζ πρὸς τὸ δ, ὡς καὶ ἐκ τοῦ παίζω παιδνός ἐν Ὀδυσσείᾳ καὶ ἐκ τοῦ ὀλοφύζω ὀλοφυδνός. (v. 306 s.) Ὅτι καθάπαξ ὁ γέρων Νέστωρ ἀργὰς ἔχων τὰς χεῖρας, ἀνύει ὅμως ἄλλως ἀγαθὰ ταῖς βουλαῖς πολλαχοῦ τῆς ποιήσεως. διὸ καὶ ἐνταῦθα ὁ ποιητὴς ἐν αὐτῷ καὶ μόνῳ τὴν εὐκοσμίαν τῆς κατὰ πόλεμον ἐκτάξεως θεωρεῖ τοὺς ἄλλους πάντας παραδραμών. ποιεῖ οὖν αὐτὸν παραινοῦντα τοῖς ὑπ' αὐτὸν ἱππεῦσι καὶ τοιαῦτα· «ὃς δ' ἂν ἀνὴρ ἀπὸ ὧν», ἤγουν ἰδίων, «ὀχέων ἕτερα ἅρματα ἵκηται, ἔγχει ὀρεξάσθω, ἐπειὴ πολὺ φέρτερον οὕτω». τουτέστιν· εἴ τις ἅρματος πολεμίου κρατήσει, μὴ ἀρκεσθήτω, ἵνα τυχὸν καὶ εἰς τὰς νῆας κατάγῃ τὸ κρατηθέν, ἀλλὰ ἔγχει πάλιν πολεμείτω, ἵνα καί τι πλέον κατορθώσῃ. ἢ καὶ ἄλλως· εἴ τις εἰς ἅρμα τοῦ πλησίον Ἕλληνος ἀναβῇ, ὡς ἢ ἐκπεσὼν τοῦ οἰκείου ἢ ἄλλως κατά τινα χρείαν, ἔγχει ὀρεξάσθω, τουτέστιν ἔγχος ἐκτεινάτω. ὀρέγω γὰρ τὸ ἐκτείνω, ἐξ οὗ καὶ ὀρεκτὰς ἔφη ἐν τῇ Βοιωτίᾳ μελίας, τὰς ἀπὸ χειρῶν πληττούσας. παραταξάσθω οὖν, φησί, καὶ ἀμυνέτω καὶ μὴ ἡνιοχείτω, ἵνα μὴ τῇ ἀγνοίᾳ τῆς τῶν ἀλλοτρίων ἵππων συνηθείας βλάπτῃ μᾶλλον τὸν βοηθούμενον. οὕτω καὶ ὁ Τρωϊκὸς Πάνδαρος ποιήσει, ὅτε εἰς τὸ τοῦ Αἰνείου ἀναβῇ ἅρμα. ἔνθα καὶ