Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.755
Not analysed yet
ἐπικείμενον τοῖς ἐπιτεινομένοις εἰς τὸ ζῆν εὐνόητον μέν, οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς. (v. 321) Τὸ δὲ ἔα σημαίνει μὲν κἀνταῦθα τὸ ἦν, δηλοῦται δὲ περὶ αὐτοῦ ἀκριβῶς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. (v. 319) Ὅτι Νέστωρ Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ Ἀφείδαντος ἀνεῖλεν, ὡς αὐτὸς λέγει, μονομαχήσας ἐκ προκλήσεως ἐν μάχῃ τῇ περὶ γῆς ὅρων προμαχῶν τῶν Πυλίων. φασὶ δὲ καί, ὡς ὑπὸ χαρᾶς ὁ Νέστωρ τότε τὸ περιορισθὲν χωρίον ἅπαν ἐξῆλθε καὶ ὅτι ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος ἐφορμήσαντες οἱ Ἀρκάδες τοῖς Πυλίοις αἴφνης συνέβαλον καὶ ἐνίκησαν καὶ θάψαντες τοὺς νεκροὺς ἐπέγραψαν· «ἐνθάδ' Ἐρευθαλίωνα φίλους τ' ἐπὶ τύμβον ἔθηκαν Ἀρκάδες, βασιλῆος γένος ἔξοχον Ἱππομέδοντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο». (v. 318 s.) Σημείωσαι δέ, ὅπως ὁ ἐν ἄλλοις πολύλογος Νέστωρ καιρίως νῦν ἐστένωσε τὸ διήγημα εἰπών· «μάλα μὲν ἐθέλοιμι οὕτως εἶναι, ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν», ἤτοι ἐφόνευσα. οὐ γὰρ ἦν πολυλογεῖν ἐν τοιούτῳ καιρῷ, μᾶλλον δὲ περιαυτολογεῖν. εἰ δὲ ὁ βασιλεὺς μετ' ὀλίγα τὴν τοῦ Τυδέως ἱστορίαν πλατυλογεῖ, ἀλλ' ἐκεῖνος εἰς χρήσιμον τῷ καιρῷ τοῦτο ποιεῖ ἐπὶ ἐλέγχῳ τοῦ Διομήδους. Σημείωσαι δέ, ὅτι πολλαχοῦ εἴωθεν ὁ ποιητὴς ἀνδραγαθοῦντα πάλαι ποτὲ τὸν Νέστορα ἱστορεῖν, ἵνα ὁ γέρων εἴη ἀριστεὺς κατὰ τὸ παρῳχημένον, ἐπειδὴ κατὰ τὸ ἐνεστὼς ἀνδραγαθεῖν οὐ δύναται. σύγκεινται οὖν τοῖς Τρωϊκοῖς νεκροῖς παρὰ τῇ ποιήσει ταύτῃ καί οἱ ποτε τοῦ Νέστορος. καὶ οὕτω καὶ αὐτὸς οὐκ ἀργὸς φαίνεται, ἀλλὰ τοῖς ἀριστεῦσι συγκαταλέγεται, τῷ Τρωϊκῷ τούτῳ πολυανδρίῳ ἐπιρρίπτοντος οἷον τοῦ ποιητοῦ καὶ τοὺς τοῦ γέροντος Νέστορος νεκρούς. ἐνταῦθα οὖν πρῶτον ὁ ποιητὴς παραρρίψας παλαιὸν νεκρὸν τοῦ Νέστορος, εἶτα τὸν υἱὸν Ἀντίλοχον παραγαγὼν ἀριστεύοντα, χωρήσει ἐπὶ τὰ ἑξῆς. (v. 319) Ὅρα δὲ καί, ὡς ἐνταῦθα μὲν ἐπ' ὀλίγον ἐμνήσθη τοῦ Ἐρευθαλίωνος, ἐν μέντοι τοῖς ἑξῆς που πλατύτερον μεμνήσεται μερίσας καὶ τὴν τοιαύτην ἱστορίαν διαφόροις τόποις, ὡς ἔθος ἔχει ποιεῖν ἐν πολλοῖς. [Ἰστέον δέ, ὅτι οὐ πόρρω τῆς κατὰ τὸν Φοίνικα ἐννοίας ὁ Ἐρευθαλίων κεῖται. ὁ Φοῖνίξ τε γὰρ τὸ κύριον, ὥσπερ καὶ ὁ καρπός, παρὰ τὸ φοινίκεον καὶ οὕτως ἐνέρευθες τῆς χροιᾶς καλεῖται καὶ ὁ Ἐρευθαλίων δὲ ὁμοίως.] Τὸ δὲ κατέκταν ἔστι μὲν καινόσχημον, δοκεῖ δὲ καὶ αὐτὸ Αἰολικὸν εἶναι, ὡς ἀπὸ τοῦ κατακτάς κατακτάντος, ἢ μᾶλλον ἀποκοπὴν παθεῖν ἐκ τοῦ ἔκτανον πρώτου προσώπου. (v. 322—5) Ὅτι γέρων ἀπόμαχος εἴποι ἂν ἐν καιρῷ τὸ «κελεύσω βουλῇ καὶ μύθοισι, τὸ γὰρ γέρας ἐστὶ γερόντων· αἰχμὰς δ' αἰχμάσσουσι νεώτεροι, οἵπερ ἐμοῦ ὁπλότεροι, πεποίθασί