Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.756
Not analysed yet
τε βίῃφι». (v. 324) Ἀττικὸν δὲ τὸ αἰχμὰς αἰχμάσσουσιν, ὡς τὸ δαίνυ δαῖτα καὶ ἱδρῶθ', ὃν ἵδρωσα, καὶ ἁπλῶς ἡ μυριαχοῦ συμπαρακειμένη θέσις τῶν ῥημάτων καὶ τῶν ἐκεῖθεν γεννωμένων ὀνομάτων. ἴσως δὲ καὶ παρήχησις τοῦτό ἐστι, καθὰ καὶ τὸ «τὸ γὰρ γέρας ἐστὶ γερόντων». αὐτὸ δὲ καὶ εἰς ἐτυμολογίας πίπτει σχῆμα. παρὰ τὸ γέρας γὰρ οἱ γέροντες. (v. 325) Ὁπλότεροι δὲ οὐ μόνον οἱ νεώτεροι, ἀλλὰ μάλιστα οἱ μάχιμοι καὶ ὅπλα αἴρειν δυνάμενοι, ἔτι δὲ καὶ οἱ ἁπλῶς ἐργατικοὶ καὶ ἐνεργεῖς. ὅπλα γὰρ πάσης τέχνης τὰ ἐργαλεῖα καὶ ὁπλίζεσθαι τὸ εἰς ἔργον ἑτοιμάζεσθαι. διὸ καὶ παρακατιών φησι· «δαῖτα ἐφοπλίζοιμεν». (v. 322 s.) Τὸ δέ «κελεύσω βουλῇ καὶ μύθοις» ἐμφαίνει, ὅτι ἔστι καὶ ἔργοις κελεύειν, καθὰ καὶ διδάσκειν οὐ μόνον λόγοις ἀλλὰ καὶ ἔργοις ἔστιν. (v. 327) Ὅτι τὸ «εὗρ' υἱὸν Πετεῶο» ἀσυνδέτως καὶ γοργῶς προάγει ὁ ποιητὴς συντέμνων τῇ τοῦ βασιλέως σπουδῇ καὶ τὴν φράσιν. γοργότερον γὰρ τοῦ συνδεδεμένου τὸ ἀσύνδετον. τοιοῦτον καὶ πρὸ ὀλίγου τὸ «εὗρε Λυκάονος υἱόν». προϊὼν δὲ μετὰ συνδέσμου ἐρεῖ «εὗρε δὲ Τυδέος υἱόν». Ὁ δὲ Πετεὼς Ἀττικὴν ἔχει κατά τινας κλίσιν ἰσοσύλλαβον· ἔστι γὰρ τοῦ Πετεῶ καὶ πλεονασμῷ τοῦ ο μικροῦ Πετεῶο, κατὰ ὁμοιότητα τῶν διαλελυμένων γενικῶν, ὧν, ὡς προεγράφη, ἀνόμοιοι ταῖς παραληγούσαις αἱ λήγουσαι. κεῖται δὲ ἡ λέξις καὶ ἐν τῇ Βοιωτίᾳ. [Κατὰ δέ τινας ὁ Πετεός, τοῦ Πετεοῦ ἐστι, καὶ ποιητικῶς Πετεοῖο, καὶ τροπῇ συνήθει τῆς οι διφθόγγου εἰς ω μέγα Πετεῶο, οὗπερ ἡ κλῆσις παρὰ τὸ πέτεσθαι, ὡς πτηνοῦ διὰ τὸ ὠκύπουν. ἦν δὲ ἄν, καθὰ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, ὡς Πετεώς Πετεώ, καὶ προσλήψει τοῦ ο Πετεῶο κατὰ τὸ ἀνωτέρω παραδεδομένον, οὕτω καὶ Ἄθως Ἄθω Ἄθωο ἐν τῷ «ἐξ Ἄθοω