Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.775
Not analysed yet
οἶδεν, ἀπαιτεῖται μὴ ψεύδεσθαι. (v. 410) Εἶτα ἐπάγει, ὅτι μηδὲ πατέρας ὁμοίῃ ἔνθεο τιμῇ. (v. 405—7) ἡμεῖς τοι πατέρων οὐχ' ἁπλῶς ἀμείνονες, ἀλλὰ μέγα ἀμείνονες εὐχόμεθα, ἤτοι αὐχοῦμεν, εἶναι. πόθεν δῆλον; «ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο», ἔνθα δηλαδὴ ἐκεῖνοι ἔπεσον. εἵλομεν δὲ αὐτήν «παυρότερον λαὸν ἀγαγόντες ὑπὸ τεῖχος Ἄρειον», τουτέστι τὸ τοῦ Ἄρεος, ἢ κρεῖττον τοῦ ἐνταῦθα κατὰ Τροίαν τείχους ἢ ὀχυρώτερον, ὡς εἰκός, ἤπερ ὅτε οἱ πρόγονοι ταῖς Θήβαις ἐπεστράτευσαν. ἐκεῖ γοῦν, φησίν, ἠνδραγαθήσαμεν καὶ ταῦτα σὺν ὀλίγῳ λαῷ καὶ κατὰ τείχους κρείττονος, ὅπου οἱ πρόγονοι πλείονες ὄντες ἐν χείρονι τειχίσματι ἐδυστύχησαν. καὶ ὅρα τὸ τοῦ Ὁμήρου ἀμφίγλωσσον, ὃς διὰ μὲν τοῦ βασιλέως χείρους τῶν προγόνων τοὺς ἐπιγόνους ἐνέφηνε, διὰ δὲ τοῦ Σθενέλου τὸ ἀνάπαλιν ἀπέδειξεν. [Ἐν τούτοις δὲ ὁ σχηματισμὸς τοῦ «ὑπὸ τεῖχος Ἄρειον» ὅμοιός ἐστι τῷ «ὅσοι ὑπὸ Ἴλιον ἦλθον».] Σημείωσαι δὲ καί, ὅτι ὁ Σθένελος, ἵνα μὴ δόξῃ ἀπαρακαλύπτως τῶν πατέρων ἄρτι καταφέρεσθαι, λέγει τὸ πᾶν ἐν Θήβαις ἀνύσαι τοὺς ἐπιγόνους τούς τε ἄλλους καὶ αὐτόν—ἀνεπαχθῶς γὰρ καὶ ἑαυτὸν ἐπαινεῖ—»πειθομένους τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ», δεικνὺς πλαγίως πως αὐτοὺς καὶ θεοφιλεῖς, ἵνα μηδὲ εἰς τοῦτο ἐλαττοῖντο τοῦ Τυδέως, ὃν ἡ Ἀθηνᾶ ἐφίλει. τοὺς μέντοι προγόνους ὀλέσθαι φησίν, οὐ δι' ἀνανδρίαν ἀλλ' ἀτασθαλίαν. φησὶ γάρ· (v. 409) «Κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο». παραλαλεῖ δὲ ἴσως τὸ τοῦ Πολυνείκους καὶ τὸ τοῦ Τυδέως ἐφάμαρτον, ἵνα καὶ κατὰ τοῦτο οἱ πατέρες ἐλαττοῖντο τῶν ἐπιγόνων, ἢ μάλιστα λέγει, ὅτι οἱ Θηβαῖοι ὡς ἀτάσθαλοι ὤλοντο διὰ τὴν εἰς τὸν Πολυνείκην ἀδικίαν. εἶτα ἐπάγει λόγον, ὃν ἐρεῖ τις ὑπερεξαίρων ἑαυτὸν τῶν προγόνων. (v. 410) Φησὶ γάρ· «τῷ μή μοι πατέρας ποθ' ὁμοίῃ ἔνθεο τιμῇ». τοῦτο δὲ δεινῶς εἶπε κωλύων τὴν ἐπ' ἔλαττον σύγκρισιν. ὁ γὰρ ἐξαθερίζων τὸ ὁμοίῃ ἐντεθῆναι τιμῇ, πῶς ἂν καταδέξοιτο τὴν ἐλάττονα, ὁποίαν προσεχῶς ὁ βασιλεὺς ὑπελάλησε κατὰ τοῦ Διομήδους, μὴ οὖσαν μὲν πάντῃ ἀπαρακάλυπτον κατὰ τὸ «ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς», ἔχουσαν δ' ὅμως καὶ αὐτὴν βαρύνειν τὸν ἥρωα. (v. 407) Ἰστέον δέ, ὅτι παυρότερον λαὸν λέγει, τουτέστιν ὀλιγώτερον, οὐ μόνον, οὗ εἶχον οἱ πρόγονοι, ἀλλὰ καὶ τοῦ τῶν Θηβαίων πλήθους. ἐννέα δέ φασιν εἶναι τὸν ἀριθμὸν τοὺς ἐπιγόνους· ἦσαν γὰρ Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος Πολυνείκους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ Ἀμφίλοχος Ἀμφιαράου, Στρατόλαος Παρθενοπαίου, Πολύδωρος Ἱππομέδοντος, Μέλων Ἐτεόκλου. Θηβῶν δὲ ἐβασίλευε τότε ἐν τῷ τῶν ἐπιγόνων πολέμῳ Λαοδάμας ὁ Ἐτεοκλέος, ὃς καὶ ἀνῃρέθη. Σημείωσαι δέ, ὅτι οὐ μόνον ὑπερπαθῶν τοῦ Διομήδους ὁ Σθένελος λέγει, ἃ λέγει, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ λαλῶν. τῷ γὰρ τοῦ Διομήδους