Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.774
Not analysed yet
ἵνα πότμος μὴ ἡ τύχη νοηθείη, ἀλλ' ὁ θάνατος.] (v. 398) Τὸ δὲ ἵει ἀδιάφορόν ἐστι πρὸς τὸ προέηκε. ποιητικὰ δὲ καὶ ἄμφω. ὁ δὲ ῥηθεὶς Μαίων ἢ ὡς κῆρυξ τιμηθεὶς ἀφείθη κατά τινας ἢ διά τι τέρας, ὥς φησιν ὁ ποιητής. εἰκὸς γὰρ τέρας φανῆναι τότε, ὅπερ σιγᾷ Ὅμηρος, ὡς μὴ ἀναγκαῖον ὂν ῥηθῆναι. (v. 399) Ὁ δὲ Αἰτώλιος διφορεῖται ὁμοίως τῷ Δάρδανος Δαρδάνιος, κάπρος κάπριος, Κάϋστρος Καΰστριος, ἔκτοπος ἐκτόπιος, ὁ καὶ ἄφορμος παρὰ Σοφοκλεῖ, ἔγχωρος, οὗ χρῆσις παρὰ Λυκόφρονι, ἐγχώριος. (v. 400) Τοῦ δὲ εἷο τὸ πρωτότυπον οὗ, καθάπερ καὶ τοῦ σοῦ τὸ σεῖο καὶ τοῦ ἐμοῦ τὸ ἐμεῖο. Τοῦ δὲ χέρῃα ὀφείλει μὲν ἡ παραλήγουσα οἷα συγκοπεῖσα ἐκ τοῦ χερείονα γράφεσθαι κατὰ τὴν παραλήγουσαν διὰ τοῦ ε καὶ ι, νικᾷ δὲ ὅμως τὴν διὰ τοῦ η καὶ ι δίφθογγον ἔχειν κατὰ τὰ πλείω τῶν ἀντιγράφων. οὕτω δὲ καὶ τὸ χέρῃι καὶ χέρῃες, ὡς ἐν ἄλλοις φαίνεται. (v. 401 s.) Ὅτι κἂν ὁ Διομήδης ἐπιπληττόμενος σιωπᾷ τὴν τοῦ βασιλέως αἰδεσθεὶς ἐνιπήν, ἤγουν τὴν διὰ λόγων ἐπίπληξιν καὶ κακολογίαν—ἐνίπτω γὰρ τὸ κακολογῶ, ὅθεν ἡ ἐνιπή κατὰ τὸ τύπτω τέτυπα τυπή, ἡ τύψις—, ἀλλ' ὁ Σθένελος καὶ τραχύτατα καὶ ῥητορικώτατα ἐπιχειρεῖ τῇ συγκρίσει καὶ οὐ τὸν Διομήδην μόνον ἀπεναντίας τῷ βασιλεῖ κρείττω τοῦ πατρὸς Τυδέως ἀποδείκνυσιν, ἀλλὰ κοινῶς τῶν ἑπτὰ ἐπὶ Θήβας κρείττονας ἀποφαίνει τοὺς ἐπιγόνους παρεισάγων καὶ αὐτὸς ἱστορίαν τῆς τῶν Θηβῶν ἁλώσεως. (v. 404) Λέγει γάρ· «Ἀτρεΐδη, μὴ ψεύδ' ἐπιστάμενος σάφα εἰπεῖν». τοῦτο δὲ παντὶ προσαρμόσει ἑκοντὶ κρύπτοντι τὴν ἀλήθειαν. ἔνθα σκοπητέον, ὡς ὁ μὲν μὴ σάφα εἰδὼς οὐκ αἰτιατέος, εἰ ψεύσεται, ὃς δὲ σαφῶς