Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.777
Not analysed yet
περὶ οὗ καὶ ἐν ἄλλοις δηλοῦται, προσφώνησίς ἐστι καὶ νῦν φιλεταιρικὴ νέου πρὸς μείζονα, ἀμετάφραστος κατὰ τοὺς παλαιοὺς καὶ ἀμετάληπτος, ἤγουν μὴ ἔχουσα εἰς ἑτέραν λέξιν καιριωτέραν μεταλαμβάνεσθαι. οἱ δέ φασιν, ὅτι ὥσπερ βάπτω βαπτίζω βάπτης, οὕτω τέττω τεττίζω τέττης, καὶ ἡ κλητικὴ τέττα. τὸ δὲ τεττίζω γράφει Ζηνόδοτος ἐν τῷ «τοὺς ἐλεεινὰ κατήσθιε τεττίζοντας». καί τοι κατά τινας τιττίζοντας ἐκεῖνος γράφει διὰ τοῦ ι, οὐ μὴν διὰ τοῦ ε. τινὲς δὲ σχετλιαστικὸν νοοῦσι τὸ τέττα, ἀποκοπὲν ἐκ τοῦ τέτλαθι. (v. 413—9) Ὅτι καὶ ὑβριζόμενος ὁ Διομήδης ὅμως οὐ νεμεσᾶν λέγει τῷ βασιλεῖ ὀτρύνοντι καί που καὶ ἐπιπλήττοντι, προσθεὶς καὶ τὴν αἰτίαν ἐν τῷ εἰπεῖν οὕτω· «οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι, ποιμένι λαῶν, ὀτρύνοντι μάχεσθαι Ἀχαιούς. τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται, εἴ κεν Ἀχαιοὶ Τρῶας δηϊώσουσιν ἕλωσί τε Ἴλιον ἱρήν· τούτῳ δ' αὖ μέγα πένθος Ἀχαιῶν δηϊωθέντων». ἤδη δέ πως ὁ ἥρως καὶ καταγινώσκει νωθρείαν ἑαυτοῦ. διὸ καὶ ἐπαγαγών· «ἀλλ' ἄγε δὴ καὶ νῶϊ», τουτέστιν ἡμεῖς, «μεδώμεθα θούριδος ἀλκῆς», ἤγουν φροντίσωμεν τοῦ εἶναι ἄλκιμοι, καταπηδᾷ χαμᾶζε σὺν τεύχεσι καὶ σπεύδει ἐς μάχην, ὅπερ οὐκ ἐποίει πρὸ τούτου, καὶ ταῦτα τὸν βασιλέα βλέπων οὕτω πονούμενον. Ἰστέον δέ, ὡς οὐ μάτην ὁ Διομήδης προσέθηκε τὸ ποιμένι λαῶν, ἀλλὰ δηλῶν, ὅτι ἄλλου τινὸς οὕτω βαρέως μεμψαμένου οὐκ ἂν ἠνέσχετο. πλὴν εἰ καὶ οὕτως αὐτῷ ἐπιεικὴς ὁ λόγος, ἀλλ' ἔχει τι δακνηρὸν ἄλλως ἐν τῷ «τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται». μονονουχὶ γὰρ τὸν βασιλέα ὑπερπονεῖν ἐθέλει, διότι ἐπὶ τοῖς τῶν ὑπ' αὐτὸν στρατιωτῶν καὶ στρατηγῶν μόχθοις αὐτὸς κυδαίνεται. γεννᾷ δὲ ὁ ῥηθεὶς λόγος καὶ γνωμικὴν ἔννοιαν τοιαύτην, ὡς ἄρα τοῖς βασιλεῦσι καὶ κῦδος ἕπεται κατορθούντων τῶν ὑπ' αὐτὸν καὶ αὖθις μέγα πένθος, εἰ δυστυχήσουσιν. (v. 419—21) Ὅτι ὁπλίτου ἐνδόξου πήδημα βαρὺ κατὰ τὸ Διομήδειον ἐμφαίνει τὸ «σὺν τεύχεσιν ἆλτο χαμᾶζε. Δεινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος ὀρνυμένου». εἶτα ἑρμηνεύων τὸ δεινόν φησιν· «ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν», ἤγουν καὶ θρασυκάρδιός τις ἔδεισεν ἂν ἀκούσας. ὠνοματοπεποίηται δὲ τὸ ἔβραχεν, ὡς καὶ τὸ βρέχω. κεῖται δὲ ἐπὶ ὅπλων κτύπου ἡ λέξις ἐν δευτέρῳ ἀορίστῳ διὰ τὴν τοῦ α εὐρυφωνίαν, οὐκέτι μέντοι καὶ ὁ ἐνεστώς, ἀλλ'