Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.778
Not analysed yet
ἐκεῖνος ἐπὶ ὑετοῦ μόνου λαμβάνεται. Τὸ δέ «ἐπὶ στήθεσσιν» ἐκ μέρους τὸ πᾶν δηλοῖ σῶμα τοῦ ἥρωος. εἰκὸς δὲ καὶ μάλιστα περὶ τὰ στήθη πλείω γενέσθαι ἦχον διὰ τὰ ἐν τοῖς ἔμπροσθεν φερόμενα ὅπλα. (v. 421) Τοῦ δὲ ταλασίφρονος προϋπόκειται τὸ ταλάσω, οὗ χρῆσις ἀλλαχοῦ παρὰ τῷ ποιητῇ, ὃ συγκοπὲν καὶ τραπὲν ποιεῖ τὸ τλήσω, ἐξ οὗ τλησικάρδιος καὶ τλησίπονος. (v. 422—8) Ὅτι μιμούμενος ὁ ποιητὴς ἐν παραβολῇ θαλασσίᾳ τραχύτητα κυμάτων ἤχου ὁμοίαις πως λέξεσι φράζει τὸ ὑποκείμενον συνεκτραχύνων δι' ὅλου τῷ λεγομένῳ καὶ τὴν φωνήν. λέγει γάρ· «ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὑποκινήσαντος», ἤγουν ἠρέμα τὸ πρῶτον εἰς φρῖκα διασαλεύσαντος, «πόντῳ μὲν τὰ πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας κυρτὸν ἐὸν κορυφοῦται· ἀποπτύει δ' ἁλὸς ἄχνην», ἤγουν ἀφρὸν ἢ φυκίον, ἃ πτύελον ὥσπερ, ἤτοι ἀπόπτυσμα, θαλάσσης εἰσὶν ἐρευγομένης ἔξω, ὡς ἐν ἄλλοις φησίν· «ὣς τότ' ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες νωλεμέως πόλεμόνδε». καὶ ἔστιν ἡ ῥηθεῖσα παραβολὴ πρὸς τὴν πυκνότητα τῶν κατὰ φάλαγγας κινουμένων καὶ τὸν ἐκεῖθεν πολὺν ἦχον. Αἰολικὴ δὲ λέξις ποιηταῖς φίλη τὸ ἐπασσύτερον ἐκ τοῦ ἆσσον γινομένη, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. δηλοῖ δὲ καὶ ἐνταῦθα τὸ ἐγγύς καὶ διὰ τοῦτο τῇ ἐπαλληλίᾳ πυκνόν. συγγενὲς δὲ καὶ τὸ νωλεμές τῇ τοιαύτῃ λέξει. ἐπεὶ καὶ ταὐτόσημα τὸ ἐγγύς καὶ τὸ πυκνῶς καὶ τὸ ἐπασσυτέρως καὶ τὸ ἀδιαλείπτως, ὅ ἐστι νωλεμές. (v. 426) Ἰστέον δέ, ὅτι ἄχνην Ὁμήρου εἰπόντος τὸ λεπτότατον τοῦ κύματος, ὅπερ ἐν ταῖς ἔξω προσρήξεσιν ἀπαφρίζεται, Σοφοκλῆς ἄλλως τὴν λέξιν ἐκλαβόμενος ἄχνην τὴν δρόσον ἔφη ἐν τῷ «θάλλει δ' οὐρανίας ὑπ' ἄχνης ὁ καλλίβοτρυς νάρκισσος», οὐδ' αὐτὸς ἀπροσφυῶς γράψας διὰ τὸ μηδὲ τὰς τοῦ ὑετοῦ σταγόνας συνεχεῖς εἶναι ἀλλὰ διεχεῖς. ὅθεν καὶ ἡ ἄχνη ὠνόμασται, ἀέχη τις οὖσα καὶ κατὰ κρᾶσιν καὶ πλεονασμῷ τοῦ νῦ ἄχνη, ὡς καὶ ἑτέρωθι δηλοῦται