Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.779
Not analysed yet
σαφέστερον. Εὐριπίδης δὲ καὶ αὐτὸς μιμησάμενος τὸ «ἁλὸς ἄχνη» οἰνωπὸν ἄχνην λέγει τὴν ἐν λοιβαῖς καταχεομένην τῆς γῆς. τοῦ δὲ ἀέχνη ἄχνη ταὐτότης μὲν ἐν τῷ ἀεχήν ἀχήν, ὁ πτωχός, ὁμοιότης δέ τις ἐν τῷ ἃ ἔχω «ἅχω» παρὰ Σοφοκλεῖ. Ὅρα δὲ καί, ὅτι ἐπίτηδες ἐνταῦθα ὁ ποιητὴς συχνῇ τῇ ὀνοματοποιΐᾳ ἐχρήσατο. ὁ γὰρ ἦχος καὶ τὸ ῥήγνυσθαι καὶ τὸ βρέμειν καὶ τὸ ἀποπτύειν ὠνοματοπεποίηνται. οὕτω δὲ καὶ πολλῷ τῷ ῥῶ ἐν τοῖς ῥηθεῖσι χρᾶται καὶ μάλιστα ἐν τοῖς τελευταίοις δυσὶ στίχοις. εἰ γὰρ καὶ ἄλλως μεμπτέος ὁ τοῦ τοιούτου στοιχείου πλεονασμός, διὸ καὶ οἱ Ἐρετριεῖς ἐκωμῳδοῦντο, καθά που καὶ προεγράφη, ὡς πολλῷ τῷ ῥῶ χρώμενοι, ἀλλ' ἐν τοιούτοις τόποις, ἤγουν ἐν μιμητικῇ τραχυφωνίᾳ πραγμάτων, χρεία συχνοῦ καὶ τοῦ στοιχείου τούτου, ὡς ἐρρέθη καὶ ἐν τῷ «τριχθὰ καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός». ἄλλως γὰρ ἦν καὶ τὸ χέρσῳ γαίῃ εἰπεῖν καὶ τὸ ῥηγνύμενον ἀγνύμενον καὶ τὸ ἄκρας θῖνας, οὕτω δὲ καὶ ἑτέρας λέξεις μεταλαβεῖν εἰς τὸ λεῖον καὶ ἄρροιζον. (v. 426) Ὅρα δὲ καί, ὅτι τὸ κυρτὸν καὶ ἐπὶ κυμάτων λέγεται, ὡς καὶ ἐπὶ ἄλλων ἀψύχων, γινόμενον παρὰ τὸ κύπτειν κατὰ τοὺς παλαιοὺς ἢ καὶ παρὰ τὸ κρύπτειν. (v. 422) καὶ ὅτι κῦμα θαλάσσης ἔφη πρὸς διαστολὴν οὐ μόνον λίμνης ἀλλὰ καὶ ποταμοῦ. ἐγείρει γὰρ καὶ αὐτὸς κύματα, ἐξ ὧν κυματίης ὁ τοῦτο πάσχων λέγεται. (v. 426) Καὶ ὅτι ἐφερμηνεύων καὶ ἐνταῦθα συνήθως ἑαυτὸν ὁ ποιητὴς ἐπήγαγεν εἰς δήλωσιν τοῦ κορύσσεται τὸ κορυφοῦται. οὐκ ἄρα ἐπὶ μόνων ὅπλων τὸ κορύσσεσθαι. οὕτω δὲ καὶ μετ' ὀλίγα ὕδωρ εἰπὼν συμβάλλειν εἰς μισγάγκειαν ἐπάγει ἑρμηνευτικῶς τὸ «κοίλης ἔντοσθε χαράδρης». ἔστι γὰρ ἡ μισγάγκεια κοίλη χαράδρα. (v. 425) Ὁμοίως δὲ καὶ τὸ «χέρσῳ ῥηγνύμενον» ἐφερμηνευτικόν ἐστι τοῦ «ἐν αἰγιαλῷ πολυηχέϊ ὄρνυται». καὶ ἐν τοῖς ἑξῆς δὲ εἰπών, ὡς ἔβαλέ τις δουρὶ κόρσην, ἐπάγει διασαφητικῶς «αἰχμὴ δὲ διὰ κροτάφου ἐπέρησε», καὶ οὐχ' ἁπλῶς, ἀλλὰ διὰ κροτάφου ἑτέρου, ὡς ταὐτὸν ὂν κόρσην εἰπεῖν καὶ κρόταφον. τὸ γὰρ ἕτερος ὡρισμένης καὶ ἀντιζυγούσης δυάδος δηλοῖ τὸ ἕν. εἰπὼν οὖν «ἔβαλε δουρὶ κόρσην» ὤφειλεν εἰπεῖν «αἰχμὴ δὲ δι' ἑτέρας κόρσης ἐπέρησεν». ἐπεὶ δὲ οὐκ εἶπεν οὕτως ἀλλ', ὅτι δι' ἑτέρου κροτάφου ἐπέρησε, ταὐτὸν ἄρα κόρση καὶ κρόταφος, ὃν καὶ ἐκ τῆς κόρσης ἐτυμολογοῦσί τινες, οἳ μεταθέντες τὸ ῥῶ ποιοῦσι κρόσην, εἶτα ἐξ αὐτῆς παράγουσι διὰ τοῦ α καὶ φ διεξοδικώτερον τὸν κρόταφον, ἵνα εἴη κρόσαφος καὶ Ἀττικῶς κρόταφος. Ὅτι δὲ καὶ τοιαῦται γίνονται παραγωγαί, ἤγουν διὰ τοῦ α καὶ φ, δηλοῖ καὶ τὸ