Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.78
Not analysed yet
μένους διευκρινῶν, ὡς τοὺς τῆς Πηνελόπης ὁ Ὀδυσσεύς. καί εἰσιν ἔγγραφοί τινες τέχναι ὀνειροκριτικαί, ὥσπερ ἦσαν καὶ οἰωνιστικαὶ καὶ θυτικαὶ καὶ ἕτεραι. ὅτι δὲ τὸν οἰωνοπόλον ἐξέχειν οἶδεν ὁ ποιητής, δῆλον ἐκ τοῦ ὡς ἐπὶ πολὺ δι' οἰωνοσκοπίας παρ' αὐτῷ σημαίνεσθαι τὰ μέλλοντα. φανερὸν δὲ καὶ ὅτι οἶδεν ὁ ποιητὴς καὶ ἄλλους τρόπους μαντικῆς, τήν τε διὰ σημείων καὶ τεράτων καὶ τὴν διὰ τῆς φήμης δέ, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. πολλαὶ δὲ καὶ ἄλλαι παρὰ τοῖς παλαιοῖς τερθρεῖαι μαντικαί. φύλλων τε γὰρ ψόφοις τοῖς ἐν τῷ καίεσθαι προειδέναι τὸ μέλλον ᾤοντο καὶ λαχμοῖς τισι καὶ ἐνοδίοις συμβόλοις, ὁποῖον καὶ τὸ τοῦ Ἱπποκράτους λεγόμενον φέρεται, καὶ ἑτέροις μυρίοις, ὧν οὐδένα λόγον Ὅμηρος τίθεται, ὅσγε καὶ τὸν ὀνειροπόλον φαίνεται ὑποβιβάζειν τοῖς ἄλλοις διὰ τὸ περὶ πταιστὸν ὑποκείμενον καταγίνεσθαι, οἷα μὴ πάντων τῶν ὀνείρων ἀληθευόντων, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ δείκνυσιν, ἀλλὰ μὴν καὶ ἐν τῷ εἰπεῖν «καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστι». τοῦτο γὰρ εἰς λύσιν ἀπορίας ἐπήγαγεν, ὥς τινος ἐρωτήσοντος «τί οὖν καὶ ὀνειροπόλον ἐρωτήσομεν τὸν περὶ ψευδῆ καταγινόμενον» καὶ καθ' Ἡρόδοτον εἰπεῖν «πεπλανημένα εἰς ἀνθρώπους ἐνύπνια περιεργαζόμενον»; τοῦτο δὴ λύων φησίν, ὅτι οὐ πάντες ὄνειροι ψευδεῖς, ἀλλά τινες ἂν γένοιντο καὶ ἐκ Διός, οὓς καὶ διοπέμπτους ἐκάλουν. οἱ δὲ τοιοῦτοι κυρίως εἶχον τὴν τοῦ ὀνείρου κλῆσιν, ὡς τὸ ὂν ἤτοι τὸ ἀληθὲς εἴροντες καὶ λέγοντες. διὸ καὶ ὀμφὴ ὁ τοιοῦτος ὄνειρος ἐλέγετο διὰ τὸ τὸ ὂν φαίνειν. ἰστέον δὲ ὅτι, κἄν τε εἴπῃ τις «καὶ γάρ τι ὄναρ», ἐμερίκευσε τὸν ἁπλῶς ὄνειρον, κἄν τε εἴπῃ «καὶ γάρ τε ὄναρ», ὁμοίως μερικῶς εἶπε διὰ τὸ ἀπροσδιορίστως καὶ δίχα ἄρθρου εἰπεῖν. ὁ δὲ εἰπών· «καὶ γὰρ τὸ ὄναρ ἢ τοὖναρ ἢ πᾶν ὄναρ» ἐκεῖνος ἁπλῶς εἶπε καὶ οὐ πρὸς μέρος ἀλλὰ καθόλου. καὶ ταῦτα μὲν ἐν τούτοις. οἱ δὲ παλαιοὶ ἐν τῷ «ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν» φασὶ καὶ ὅτι κοινή πώς ἐστι τέχνη ἰατρικὴ καὶ μαντική, Μελάμπους οὖν καὶ Πολύειδος ἀμφότεροι ἐπ' ἀμφοῖν ἔνδοξοι ἐγένοντο. καὶ Αἰσχύλος δέ που, φασί, τὸν ἰατρὸν μάντιν ὀνομάζει. καὶ Ἀχιλλεὺς δὲ ἰατρικῶς νοήσας τὰ κατὰ τὸν λοιμὸν μαντικῆς δέεται. (v. 62—4) [Ἰστέον δὲ ὅτι τε ἐν τῷ «ἀλλ' ἄγε δή» τὸ ἄγε οὐκ ἔστι καθαρῶς ῥῆμα προστακτικόν, ἀλλ' ὡς ἐπίρρημα παρακελευσματικὸν κατὰ τὸ «φέρε, εἶα, ἄγρει, δεῦρο» καὶ τὰ τοιαῦτα. ὧν ἴδιον τὸ καὶ ἑνικοῖς καὶ πληθυντικοῖς ῥήμασι συντάσσεσθαι. καὶ ὅτι τὸ ἐρείομεν πλεονασμὸν ἔχει καὶ αὐτὸ τῆς ει διφθόγγου. καὶ ὅτι ταὐτόν ἐστιν ἱερέα εἰπεῖν καὶ ἐμπύρων γευόμενον καὶ ἐμπύροις χρώμενον κατὰ τὸ «ἐμπύρων ἐγευόμην» καὶ «ὃς ἐμπύρῳ χρῆται τέχνῃ». καὶ ὅτι τὸ