Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.79
Not analysed yet
ὀνειροπόλος ὁμοίως τῷ οἰωνοπόλος σύγκειται. καὶ ὅτι τὸ «καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν» ἐπεμβολή ἐστι συστατική, ὡς εἴρηται, τοῦ ὀνειροπόλου. διὸ καὶ αὐτοῦ δίχα εὐοδοῦται ἡ σύνταξις οὕτω· «ἀλλ' ἄγε δὴ ἐρείομεν τὸν δεῖνα ἢ τὸν δεῖνα, ὃς εἴποι ἂν διὰ τί τόσσον ἐχώσατο Ἀπόλλων», ὅ ἐστι συνεχέθη τῷ θυμῷ. ἔστι δὲ τοῦ χώσατο θέμα τὸ χῶ, ὡς καὶ τοῦ ἐρρώσαντο τὸ ῥῶ. τὸ γὰρ χώω καὶ ῥώω καὶ ζώω καὶ τὰ τοιαῦτα οὐ κινοῦνται εἰς μέλλοντα.] (v. 65) Ὅτι ἑκατόμβη ἡ θυσία οὐχ' ἁπλῶς, ἀλλ' ἡ πολυτελής, ἡ ἐξ ἑκατὸν δηλονότι κυρίως βοῶν. [ἣν δὴ καὶ «βούταν φόνον» κατὰ τὴν τραγῳδίαν ὀρθῶς εἴποι τις ἄν], ὁποίαν καὶ ὁ παρὰ Ἡροδότῳ θύσας Κλεισθένης εὐώχει τοὺς τῆς θυγατρὸς μνηστῆρας καὶ τοὺς πολίτας· καθὰ καὶ χιλιόμβη ἡ ἀπὸ χιλίων. καταχρηστικῶς μέντοι καὶ ἡ ἐξ ἑκατὸν ζῴων ἤ, καιριώτερον εἰπεῖν, βοσκημάτων τοῦ τῶν βοῶν μέρους συνεισάγοντος καὶ τὰ λοιπά. διὸ καὶ ὁ ποιητὴς εἰπών «εἴπερ εὐχωλῆς ἐπιμέμφεται καὶ ἑκατόμβης», ἐπάγει «εἴ πως βούλεται ἡμῖν τὸν λοιγὸν ἀμῦναι ἀρνῶν κνίσσης αἰγῶν τε τελείων μετασχών», ὡς τῇ ἑκατόμβῃ πάντως καὶ ἀρνῶν συνεισαγομένων καὶ αἰγῶν. οὕτω δὲ καὶ Σοφοκλῆς οἶδε. φησὶ γοῦν ἐν Τραχινίαις «τὰ πάνθ' ὁμοῦ ἑκατὸν συμμιγῆ βοσκήματα». συνᾴδει δὲ τῷ λόγῳ τούτῳ καὶ ὁ εἰπών «ποιοῦσιν ἑκατόμβας ἑκάστου γένους Ἑλληνικῶς», ὡς καὶ Πίνδαρός φησι «πάντα θύειν ἑκατόν». τινὲς δὲ ἑκατόμβην εἶπον τὴν ἐξ ἑκατὸν βάσεων ἤτοι ποδῶν, ὡς εἶναι τούτῳ τῷ λόγῳ ἑκατόμβην καὶ τὴν ἐκ ζῴων συντελουμένην τετραπόδων πέντε πρὸς τοῖς εἴκοσι. καὶ οἱ μὲν ταῦτα εἰπόντες ὡρισμένον τι δεδηλώκασιν. ἄλλοι δὲ εἰς ἀοριστίαν τὸν λόγον ἐξαγαγόντες καὶ τὸ ἑκατὸν ἀντὶ τοῦ πολλά νοήσαντες ἀορίστως ἑκατόμβην φασὶ τὴν ἐκ πολλῶν ἁπλῶς ζῴων, οἷα τὸν ἑκατὸν ἀριθμὸν πολλάκις καὶ ἐπὶ τοιούτου σημαινομένου εὑρίσκοντες κείμενον, ὡς καὶ ἐν τῷ «ἑκατόνζυγος ναῦς» ἡ πολύζυγος [καὶ «ἑκατὸν δέ τε δούραθ' ἀμάξης» καὶ «ἑκατόγχειρ Αἰγαίων» καὶ «ἑκατόμπολις Κρήτη». οὐ μὴν τοιοῦτον καὶ αἱ Ἑκατόννησοι. ἐκεῖναι γὰρ ὡς Ἑκάτου ἤγουν Ἀπόλλωνος νῆσοι οὕτω λέγονται.] Σημείωσαι δὲ ὅπως ἐκ τοῦ αὐτοῦ μὲν παράγεται καὶ ἡ ἑκατόμβη, ὅθεν καὶ τὸ ἑκατόμβοιον, ἡ δὲ σημασία αὐτῶν πλεῖστον ἔχει τὸ διάφορον, ὡς ἐν οἰκείῳ τόπῳ φανήσεται. καὶ ὅτι, εἰ καὶ πολλὰ ζῷα ἐν τῇ ἑκατόμβῃ, νικᾷ ὅμως τὸ τοῦ βοὸς ὄνομα διὰ τὸ τίμιον, ὃς καὶ ὀψέ ποτε κατήρχθη