Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.781
Not analysed yet
μὲν ἴσαν στυγητὸν πεζῷ λογογράφῳ. ποῦ γὰρ παρὰ τοῖς τοιούτοις τὸ ἴω, ἴσω, ἐξ ὧν ἀόριστος ἴσα, οὗ τὸ τρίτον πληθυντικὸν ἴσαν, εἰ καὶ ποιηταῖς τὸ τοιοῦτον ᾠκείωται λεξείδιον.] (v. 431) Τὸ δὲ σιγῇ ἑρμηνεία τοῦ ἀκήν. τὸ δὲ σχῆμα τῆς ἐννοίας ὑπερβατόν. λέγει γάρ, ὅτι ἀκὴν ἴσαν σιγῇ δειδιότες σημάντορας, οἳ νῦν μὲν ὡς κελεύοντες, εἴτ' οὖν σημαίνοντες, σημάντορες εἴρηνται, ὅτε δὲ καὶ τάσσουσι τὸν στρατὸν εὐκόσμως, κοσμήτορες λέγονται. (v. 429) Τὸ δέ «οὐδέ κε φαίης» οὐκ ἔστι κατὰ τὸ «οὐδέ κε φαίης ἀνδρὶ μαχεσσάμενον ἐλθεῖν», ἀλλ' ἑτεροῖον. ἐκεῖνο μὲν γὰρ Ἀφροδίτη ἔφη πρὸς τὴν Ἑλένην, τὸ δ' ἐνταῦθα ἡ ἀείδειν προκληθεῖσα Μοῦσα τῷ προκαλεσαμένῳ ποιητῇ λαλεῖ. καὶ ἄλλως δέ γε ὁ ποιητὴς ἀποστρέφει τὸν λόγον πρὸς τὸν ἀκροᾶσθαι αὐτοῦ λαχόντα. (v. 431) Ὅρα δὲ τὸ δειδιότες παιδευτικὸν ὃν τοῦ χρῆναι καὶ δέος ὑπεῖναι τοῖς ἀρχομένοις, ἵνα καὶ σῴζοιντο οὕτω κατὰ τὸν τραγικόν. [Τοῦ δὲ σιγῇ ἀναλόγως δοκεῖ ἐκτετάσθαι ἡ παραλήγουσα ὡς ἐκ τοῦ σέσιγα μέσου παρακειμένου, οὗ θέμα τὸ σίζω κείμενον ἐν Ὀδυσσείᾳ. εἰ δὲ καὶ ὁ τοῦ αὐτοῦ θέματος ἐνεργητικὸς παρακείμενος ὁ σέσιχα παράγει τὸ σιχός, ὁ ἀπόπτυστος, καὶ πλεονασμῷ τοῦ κάππα σικχός, κατὰ τὸ βάζω βέβαχα βάχος καὶ βάκχος, εἴη ἂν καὶ αὐτὸ εὔλογον. Δῆλον δ' ὅτι ἐκ τοῦ σικχός καὶ ῥῆμά ἐστι σικχάζω.] (v. 431 s.) Ὅτι ἐν ἄλλοις μὲν ἡ τῶν πολεμικῶν ὅπλων λαμπρότης πλείονος λόγου ὕλη γίνεται τῷ ποιητῇ, ἐνταῦθα δέ, οὕτω δόξαν αὐτῷ, ἀρκεῖται περὶ τῶν Ἀχαιῶν εἰπὼν μόνον τὸ «ἀμφὶ δὲ πᾶσι τεύχεα ποικίλα ἔλαμπεν». (v. 433—6) Ὅτι σεμνύνας τοὺς Ἕλληνας ἐπὶ εὐταξίᾳ διὰ τὴν ῥηθεῖσαν σιγὴν εὐθὺς ἐκ τοῦ ἐναντίου ὑπογράφει τὸν κατὰ Τρῶας πολὺν θόρυβον παραβολικῶς, οὐ κατὰ γεράνους, ὡς πρὸ τούτων, ἀλλὰ κατὰ συχνὰ ποίμνια γινόμενον, εἰπών· «Τρῶες δ' ὥς τ' ὄϊες πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ μυρίαι ἑστήκωσιν ἀμελγόμεναι γάλα λευκόν, ἀζηχές», ὅ ἐστι συνεχές, «μεμακυῖαι, ἀκούουσαι ὄπα ἀρνῶν», ὃ δὴ καὶ αἴτιον αὐταῖς τοῦ πολλὰ μηκᾶσθαι, «ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει». ἴσως δὲ τῷ ὀνόματι τῶν ὀΐων καὶ τῶν ἀρνῶν καὶ τὰς αἶγας νῦν καὶ τοὺς ἐρίφους συννοητέον. Ὅρα δέ, ὅτι τε ἀγροικικὴν ἡ παραβολὴ ὡς ἐκ παρέργου περιέχει ἱστορίαν καὶ ὅτι ἀκαταλλήλως ἐν αὐτῇ ἔχει πρὸς τὴν ἀπόδοσιν ἡ σύνταξις τῆς