Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.782
Not analysed yet
ἀρχῆς. ἄρχεται μὲν γὰρ κατὰ εὐθεῖαν, ἀποδίδοται δὲ κατὰ γενικήν, οἷον· Τρῶες δὲ ὡς ὄϊες μηκῶνται, οὕτω Τρώων ἀλαλητὸς ὀρώρει, ὡς δῆθεν ταὐτὸν ὂν Τρῶες εἰπεῖν καὶ Τρώων ἀλαλητός. τινὲς δὲ ἀσύντακτον μεῖναί φασι τὸ «Τρῶες δὲ ὥστ' ὄϊες». οὐ γὰρ ἔχει ἀπόδοσιν. καὶ ἔστιν οὕτω πάνυ καινοπρεπὲς τὸ σχῆμα. ἠδύνατο μὲν γὰρ ὁ ποιητὴς συνήθως ἀποδοῦναι τὴν παραβολήν, ὡς καὶ ἤρξατο, καὶ εἰπεῖν ἐν τῇ ἀποδόσει, ὅτι ὧς Τρῶες ἐποίουν τάδε τινά, ἢ καὶ ἄλλως γράψαι κατὰ τὴν ἀρχήν «Τρώων δὲ ὥστ' ὄϊες» καὶ ἑξῆς, ἵνα ἦν ὁμοιόπτωτος τῇ ἀποδόσει καὶ ἡ ἀρχή. ὁ δὲ οὐκ ἠθέλησεν, ἀλλὰ οἷον συνεβαρβάρισε καὶ αὐτὸς τῷ Τρωϊκῷ ἀλαλητῷ. (v. 433) Πολυπάμμονα δὲ τὸν πολυκτήμονα λέγει. πάμματα γὰρ παρὰ Δωριεῦσι τὰ κτήματα καὶ πάσασθαι τὸ κτήσασθαι, ὅθεν καὶ τὸ πῶϋ καὶ πηός, ὁ κτητὸς ἐξ ἀγχιστείας συγγενής. Σκοπητέον δέ, εἰ Δώριον τὸ πάμμα καὶ ὁ πολυπάμμων, πῶς ἐν αὐτοῖς διπλάζεται τὸ ἀμετάβολον. οὐ γὰρ Δωριέων τοῦτο, παρ' οἷς τὸ σχῆμα καὶ βῆμα σχᾶμα καὶ βᾶμα λεγόμενα οὐ διπλάζουσι τὸ μῦ. ἴσως οὖν καὶ Αἰολέων τὰ ῥηθέντα εἰσίν, ὑφ' ὧν διπλοῦνται τὰ σύμφωνα παρὰ τὴν πολλὴν συνήθειαν. ὅτι δὲ καὶ οἱ χωριτικώτεροι τῶν ἄρτι κτήματά φασι τὰ τετράποδα, οἴδασιν οἱ ὁμιλοῦντες αὐτοῖς. (v. 435) Τὸ δὲ ἀζηχές ἐκ τοῦ ἀδιεχές γίνεται, ὃ ἐναντίον ἐστὶ τῷ συνεχεῖ, ἀποβολῇ τοῦ ι καὶ τροπῇ συνήθει τοῦ δ εἰς ζ καὶ τοῦ ε εἰς η, ὡς δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ μεμακυῖαι γίνεται μὲν ἀπὸ τοῦ μηκῶ μηκήσω, δοκεῖ δὲ συγκεκόφθαι ἀπὸ τοῦ ἐκεῖθεν γινομένου δυσεκφωνήτου παρακειμένου. Ἰστέον δέ, ὡς Ὁμήρου ἐπὶ ὀΐων τιθέντος τὴν τοιαύτην λέξιν, οἱ μεθ' Ὅμηρον ἐπὶ αἰγῶν μὲν εἵλοντο λέγειν τὸ μηκᾶσθαι, ταῖς οἰσὶ δὲ ἀπεκλήρωσαν τὸ βληχᾶσθαι. εἴποι δ' ἄν τις καί, ὅτι φαίνεται κατὰ σχῆμα συντομίας ἐνταῦθα ῥηθῆναι τὸ μηκᾶσθαι εἰς δεῖγμα τοῦ καὶ τὰς αἶγας νῦν συνεπινοεῖσθαι καὶ τοὺς ἐξ αὐτῶν ἐρίφους διὰ τὸ δοκεῖν τὸ μηκᾶσθαι ἐπὶ αἰγῶν κυριολεκτεῖσθαι, ὡς εἴρηται, ἵνα ᾖ ὅμοιον τῷ «ἵπποι βουκολοῦνται». ὡς γὰρ ἂν τοῦτο συμβιβάζοιτο εἰς νοῦν, οὕτω καὶ τὸ «ὄϊς μηκῶνται». (v. 436) Ὁ δὲ πολλαχοῦ δηλούμενος ἀλαλητός προσεταιρίζεται καὶ τὴν τραγῳδικὴν ἀλαλήν, οἷον «ἀλαλαῖς αἰαγμάτων». ἴσως δὲ ἀπ' αὐτῆς τὸ ἀλαλάζειν καὶ ὁ ἐκεῖθεν ἀλαλαγμός. Τὸ δέ «ἀνὰ στρατὸν εὐρύν» αἰτιολογεῖ τὸν πολὺν Τρωϊκὸν ἀλαλητόν. ὁ γὰρ πολὺς