Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.791
Not analysed yet
ἐνδεικτικὸν καὶ τὸ λέγειν ὅτι «τὸν δὲ σκότος ὄσσε κάλυψε» καὶ «τὸν μὲν λίπε θυμός» καὶ «ἔκειτο θυμὸν ἀποπνείων», ὅπερ ἀλλαχοῦ ποιητικώτερον λέγων φησίν· «ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν», ἤτοι ἀπέπνευσε. καὶ τὸ ποτὲ μὲν λέγειν τινὰ πρόμαχον, ποτὲ δὲ πρῶτον ἰόντα. καὶ τοιαῦτα μέν τινα ἐν τῇδε τῇ ῥαψῳδίᾳ καὶ ἕτερα πλείω. Τὰ δὲ ἐν τοῖς ἑξῆς πέλαγός ἐστιν εὐπορίας ἀδιεξήγητον. (v. 464—70) Ὅτι ὁ Χαλκωδοντιάδης κρείων Ἐλεφήνωρ μεγαθύμων ἀρχὸς ἦν Ἀβάντων, ὧν καὶ ἡ Βοιωτία μέμνηται. τοῦτον πρῶτον συλῆσαι, ἤτοι σκυλεῦσαι, νεκρὸν ἐν ἀκμῇ πολέμου ὁρμήσαντα ἡ Ὁμηρικὴ ἀναιρεῖ Μοῦσα ὑπὸ Ἀγήνορι τῷ Τρωϊκῷ. μισεῖ γὰρ ὁ ποιητὴς τὸ ἐν τοῖς τοιούτοις παρὰ καιρὸν κερδαλέον, ὃς καὶ ἐν τοῖς ἑξῆς τὸν Νέστορα ποιεῖ τοῦτο ἀποτρεπόμενον καὶ λέγοντα, ὡς μετὰ πόλεμον ἔχει τὸ πρᾶγμα καιρόν, ὅτε καὶ καθ' ἡσυχίαν ἔστι σκυλεύειν. (v. 464) Ὁ δὲ Χαλκώδων ἐκτείνει τὴν παραλήγουσαν, ὡς κραθεὶς ἐκ τοῦ Χαλκοόδων, ὁμοίως τῷ προόρα πρώρα καὶ τοῖς τοιούτοις. (v. 463) Ἐν δὲ τοῖς ῥηθεῖσιν ἔστι πορίσασθαι, ὅτι τε ταὐτὸν κρείων καὶ ἀρχός καὶ ὅτι πρωτότυπον τοῦ ἐν Ὀδυσσείᾳ ἐλεφαίρειν τὸ ἐλέφω, ἐξ οὗ Ἐλεφήνωρ, ἵνα ᾖ ὡς ἐλεῶ ἐλεαίρω, οὕτως ἐλέφω ἐλεφαίρω. καὶ σημαίνοι ἂν Ἐλεφήνωρ τὸν ἄνδρας ἐλεφαίροντα. οὐκ ἄδηλον δὲ οὐδ', ὅτι ὁ ῥηθεὶς κρείων καὶ κρέων λέγεται, ὅθεν πόντου κρέων ὁ Ποσειδῶν παρ' Εὐριπίδῃ, καὶ ὁ Κρέων δέ, τὸ κύριον, ὡς καὶ ὁ Ἀνακρέων, εὐγενῶς ἐντεῦθεν ἔχουσι τοῦ ὀνόματος. (v. 470—2) Ὅτι πολεμικὴν σύνταξιν φράζει τὸ «ἔργον ἐτύχθη ἀργαλέον, οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιζεν», ὅ ἐστιν ἐδόνει καὶ ἔπαλλεν ἢ ἐδόνει ταῖς παλάμαις. ἡ δὲ λέξις αὕτη κεῖται καὶ ἐν Ὀδυσσείᾳ. (v. 474—6) Ὅτι χρώμενος καὶ ἐνταῦθα τρόπῳ ἐτυμολογίας ὁ ποιητὴς καὶ ἱστορίαν δὲ παραπλέκων τῷ λόγῳ φησὶν ὀνομάζεσθαί τινα Σιμοείσιον, διότι ποτὲ μήτηρ Ἴδηθεν κατιοῦσα παρ' ὄχθῃσι Σιμόεντος τοῦ ποταμοῦ αὐτὸν γείνατο, ἐπεί ῥα τοκεῦσιν ἅμ' ἕσπετο μῆλα ἰδέσθαι· τοὔνεκά μιν κάλεον Σιμοείσιον, ὡς καὶ ἄλλος τις καλεῖται Σκαμάνδριος διὰ τὸν Σκάμανδρον. καὶ ταῦτα μὲν παλαιᾶς ἱστορίας. Ἡ δὲ καθ' ἡμᾶς γενεὰ