Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.790
Not analysed yet
Θόας δὲ Θρᾷκά τινα βάλλει δουρὶ στέρνον ὑπὲρ μαζοῦ, πάγη δ' ἐν πνεύμονι χαλκός. εἶτα καὶ ἐπιδραμὼν τὸ μὲν ὄβριμον ἔγχος ἐξεσπάσατο, ξίφος δὲ ὀξὺ ἐρυσάμενος γαστέρα ἔτυψε μέσην, δυσὶν ὁπλιτικοῖς ὀργάνοις τὸν ἐχθρὸν καταγαγών. ἐνταῦθα δὲ καὶ τὸ δόρυ ποικίλως ἔφρασε δόρυ τε αὐτὸ ψιλῶς οὕτως εἰπὼν καὶ αἰχμὴν χαλκείην καὶ χαλκῆρες ξυστὸν καὶ δόρυ φαεινὸν καὶ ἔγχος ὄβριμον, ἀλλαχοῦ δὲ καὶ ὀξύ, οἷον «ἀκόντισεν ὀξέϊ δουρί». ἔνθα περισσὸν συνήθως τὸ δουρί. ἀρκεῖ γὰρ τὸ ἀκόντισεν. ἢ καὶ ἄλλως, τὸ ἀκόντισε καταχρηστικῶς ἀντὶ τοῦ ἔβαλεν. ἐπάγει γὰρ μετ' ὀλίγα «χολωσάμενος βάλε δουρί». οὕτω δὲ καὶ τὸ «αἷμα δ' ἀνηκόντιζε» καταχρηστικῶς εἴρηται καὶ ἐν Διονυσιακοῖς τὸ «τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην», ὁ Ζεὺς δηλαδὴ ἐκ τῆς κεφαλῆς αὐτοῦ. καὶ τοῦτο μὲν τοιοῦτον. Ἡ δὲ, ὡς ἐρρέθη, ποικιλία τῆς τῶν πιπτόντων διαθέσεως τοιαύτη. ὁ μὲν γὰρ προμαχόμενος πίπτει, ὁ δὲ νεκροῦ συλῶν τεύχεα, ὁ δὲ νέκυν ἑτέρωσε ἐρύων, ἕτερος δέ τις μηδὲν ἐνεργῶν, ἄλλος δέ τις ἀπεσσύμενος, ἤτοι ἀναποδίζων, διὸ καὶ τὸ στέρνον πλήττεται. καὶ οἱ μέν τινες πίπτουσι κατὰ πρῶτον σκοπόν, τινὲς δὲ καὶ ἐξ ἁμαρτίας τοῦ βάλλοντος. Ἄντιφος γὰρ ὁ Πριαμίδης ἁμαρτών τινος, ἤτοι ἀποτυχών, Λεῦκον, Ὀδυσσέως ἐσθλὸν ἑταῖρον, βεβλήκει. ἔνθα καὶ ὅρα τὸ Λεῦκος βαρυνθὲν πρὸς ἀντιδιαστολὴν τοῦ ἐπιθέτου. ἀναιρεῖται δέ τις καὶ κατὰ τύχην ἐπαφεθέντος δόρατος εἰς πλῆθος, ὡς ὁ Πριαμίδης Δημοκόων, ὃν Ὀδυσσεὺς ἀνεῖλε χολωθεὶς μὲν κατὰ τοῦ Πριαμίδου Ἀντίφου, βαλὼν δὲ τὸν Δημοκόωντα, οὐδ' οὕτω κακῶς, κατὰ τὴν παροιμίαν. Ἔτι ἔχει ποικιλίαν καὶ τὸ τοὺς μὲν σκυλεύεσθαι, τοὺς δὲ μὴ δύνασθαι ἀποδύειν τὰ τεύχεα, καὶ τὸ διὰ δόρατος καὶ λίθου καὶ ξίφους τούτους ἢ ἐκείνους πίπτειν. Καὶ τὰ τῶν πιπτόντων δὲ σχήματα ποικίλα, εἴπερ ὁ μέν τις πίπτει νεκρὸς ἀμφὶ νεκρῷ, ἔνθα καὶ ἀστεῖος ὁ λόγος. ἐρύων γάρ τις νεκρόν, εἶτα πληγείς, ἔπεσεν ἀμφ' αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός, ἢ καὶ ἄλλως κατά τινα τῶν ἀντιγράφων «ἔκφυγε χειρός». πρωθύστερον δὲ σχῆμα τοῦτο. ἐκπεσόντος γὰρ τοῦ ἑλκομένου νεκροῦ, εἶτα ἔπεσεν ἀμφ' αὐτῷ ὁ ἕλκων. ἕτερος δέ τις ὕπτιος ἐν κονίῃσι πίπτει, ἄμφω χεῖρε φίλοισι πετάσας. δυνάμεως δὲ γραφικῆς