Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.793
Not analysed yet
καθαρόν, ἵνα ᾖ ἰηΐθεος καὶ κατὰ ἀφαίρεσιν ἠΐθεος, καθά που καὶ Ἀπόλλων ἤϊος ὁ ἱείς, ὡς τοξικός, ἢ ὁ ἰατικός. ὅτι δὲ οὐκ ἄχρηστός ποτε καὶ ἡ τοιαύτη τρισυλλαβία, δηλοῖ ἐν τῇ τραγῳδίᾳ τὸ ἰήϊον μέλος καὶ ἰήϊος βοά, ἡ θρηνώδης δηλαδὴ παρὰ τὸ ἰώ. (v. 475) Ἰστέον δέ, ὅτι κατὰ Δίδυμον Ἴδη οὐ μόνον ἡ Τρωϊκή, ἀλλὰ πᾶν ὄρος, ἐξ οὗ τὰ κύκλῳ ἔστιν ἰδεῖν, ὡς καὶ Ἀχελῷος πᾶν ὕδωρ, ὁμοίως καὶ Ὠκεανός. ἔστιν οὖν καὶ Ἴδη Κρητική, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, σῴζουσα μέχρι καὶ νῦν τοὔνομα. Ἴδα γὰρ καλεῖται Δωρικώτερον. οὕτω δὲ καὶ τὸ φυτόν, ἡ αἴγειρος, φυλάττει τὴν κλῆσιν ἐν τοῖς περὶ Ναύπακτον καὶ τοὺς ἐκεῖ τόπους. [(v. 482) Κονία δὲ καὶ κόνις παρὰ μὲν τῷ ποιητῇ ταὐτὰ δύνανται, ὡς καὶ ὁ κονίσαλος. παρὰ δὲ τοῖς ὕστερον ἡ μὲν κονία καὶ ἄλλο τι σημαίνει, ὡς ἡ ἀπ' αὐτῆς σύνθετος ἐλαιοκονία δηλοῖ. ἡ δὲ κόνις καί τι ζωΰφιόν ἐστι μικροφυὲς κατὰ ἄτομον κόνιν, ἀφ' ἧς οἱ φθεῖρες γεννῶνται, ἧς ἡ κλίσις διὰ τοῦ δ. κόνις γὰρ κόνιδος κοινότερον παρὰ τῷ Ἀριστοτέλει πρὸς διαστολὴν τῆς ἑτέρας κόνιος, ὅ ἐστι τοῦ κονιορτοῦ.] (v. 483) Εἱαμενὴ δὲ ὑγρὸς καὶ βοτανώδης τόπος παρὰ τὸ ἕω, τὸ ἀναδίδωμι, ὅπου συχνὴ ἀναδίδοται πόα, ἢ καὶ ἄλλως, ὁ ὑγρὸς παρὰ τὸ ῥέω, ἵνα ᾖ ῥειαμενή. Ἰστέον δὲ καί, ὅτι, ὥσπερ κατὰ μετοχικήν τινα παραγωγὴν λέγεται ὀξυτόνως ἡ δεξαμενή, οὕτω καὶ ἡ εἰαμενή. εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα, οἷον ὁ Τισαμενός κύριον καὶ ὁ Σῳζομε-