Ancient Greek · ~6 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.794
Not analysed yet
νός καὶ πόλεις αἱ Κλαζομεναί καὶ τόπος Βοιώτιος αἱ Ἀλαλκομεναί. μέγα δὲ ἕλος ὑποτίθεται, ἵνα πιθανὸς εἴη ὁ περὶ τῆς ῥηθείσης αἰγείρου λόγος. (v. 483 s.) Τοῦ δὲ πεφύκει οὐκ ἔστι καιριωτέρα ἐνταῦθα λέξις, ἐξ οὗ καὶ εὐφυέα που πτελέαν ἐρεῖ ἄλλον τρόπον ἤπερ Εὐριπίδης ἔφη εὐφυὲς πρόσωπον, ὡς καὶ προδεδήλωται. ὅρα δὲ καί, ὅτι ἐνταῦθα Ἰωνικῶς τε ἔφρασεν ὁ ποιητὴς ἐν τῷ πεφύασι καὶ κοινότερον ἐν τῷ πεφύκει. (v. 477—9) Ἐν τούτοις δὲ ἰστέον καί, ὡς ἐπί τινος πρὸ ὥρας τελευτήσαντος οἰκεῖον ῥηθῆναι τὸ «οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ἔπλετο». (v. 478) Λέγει δὲ θρέπτρα τὰ τροφεῖα ἐκ τοῦ θρεπτήρια κατὰ συγκοπήν, ὡς λυτήρια λύτρα, σωτήρια σῶστρα. τοιούτου δέ τινος τύπου καὶ τὸ σκῆπτρον καὶ τὸ βάκτρον καὶ τὸ ἐπίσωτρον καὶ τὸ κάτοπτρον καὶ τὸ πλῆκτρον καὶ τὸ βλῆτρον καὶ τὸ μετὰ τοῦ σ ἀμφίβληστρον, ἤδη δὲ τὸ προδηλωθὲν ῥόπτρον, οὗ χρῆσις καὶ παρ' Εὐριπίδῃ, ὃ δηλοῖ οὐ μόνον εἶδος τι ξίφους καὶ παγῆς κατὰ τὸ «δίκης ἔπαισεν αὐτὸν ῥόπτρον», ἀλλὰ καὶ θύρας ἐπίσπαστρον, καὶ ῥόπαλον δὲ ὡς ἀπὸ τοῦ ῥέπειν, ὅθεν καὶ ἡ καλαῦροψ. Μινυνθάδιος δὲ καὶ νῦν ὁ ὀλίγος ἐκ τοῦ μίνυνθα, ὃ δηλοῖ τὸ ὀλιγάκις. Αἰὼν δὲ τὸ μέτρον τῆς ἀνθρωπίνης ζωῆς, καθ' ὃ σημαινόμενον καὶ Ἡρόδοτος τελευτῆσαι τὸν αἰῶνά φησι τὸ θανεῖν. καὶ Σοφοκλῆς δὲ ζωὴν ἀνθρώπου τὸν ἀεὶ βίοτόν φησι. τοιοῦτον δὲ παρ' αὐτῷ καὶ τὸ «τὸν εἰσαεὶ λεηλατήσει χρόνον», ἤγουν ἕως οὗ ζῇ. οὐ μόνον δὲ ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς ὁ ῥηθεὶς αἰών λέγεται τραγικώτερον, οἷον «σκοτίαν αἰῶνα». Ἰστέον δὲ καί, ὅτι τὸ «οὐδὲ τοκεῦσι θρέπτρα φίλοις