Ancient Greek · ~2 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.8
Not analysed yet
ἀντὶ τοῦ Ἰλιακή, ὅ ἐστι Τρωϊκή, οὕτω καὶ ἐνταῦθα Ἰλιάς, βίβλος δηλαδή, ἢ Ἰλιὰς ποίησις ἢ ἱστορία Ἰλιάς. ὥσπερ καὶ τὸ Ἰάς. καὶ τοῦτο γὰρ ἐλλέλειπται δηλοῦν ὅτι Ἰωνικὴ διάλεκτος. Σημείωσαι δὲ ἐνταῦθα καὶ ὅτι τὸ μὲν εἰπεῖν Ὁμήρου Ἰλιάς ταὐτόν ἐστι τῷ Ὁμήρου Τρωϊκά, τὸ δὲ Ἰλιὰς μάχη τραγικῶς ἴσον δύναται τῷ Τρωϊκὸς πόλεμος. ἀλλὰ γὰρ ἤδη τῷ σκοπῷ ἐγχειρητέον, ἵνα μή ποθεν ἀκούσωμεν περιττὰ ἐν οὐ δέοντι σοφίζεσθαι.