Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.7
Not analysed yet
ἐν οἷς ἔκκεινται καὶ τὰ ῥητὰ τῆς ἔριδος. ὡσαύτως καὶ ἐὰν ἐπὶ τῶν Τρωϊκῶν ἔτυχεν ὢν ἢ μᾶλλον μετὰ τὰ Τρωϊκά. ταῦτα γὰρ πάντα εἰ ἐπιμελῶς φυλοκρινήσει τις, βίβλος ἱστορικὴ πολύλογος συντεθήσεται. ἡμῖν δὲ οὐ τοῦτο σκοπός, ἐκεῖνο δὲ μᾶλλον ὃ καὶ προεξεθέμεθα. Ἔτι κἀκεῖνο προλαβεῖν χρὴ ἐχόμενον ἤδη καὶ προκλητικὸν τοῦ παρεκβολικοῦ σκοποῦ, ὅτι ἀνδρώδης μὲν ἡ Ἰλιὰς καὶ σεμνοτέρα καὶ ὕψος ἔχουσα, ἐπεὶ καὶ ἡρωϊκωτέρα· ἠθικὴ δὲ ἡ Ὀδύσσεια, ὡς ἐκεῖ σαφέστερον γέγραπται· καὶ ὅτι τὴν Ὁμηρικὴν ἰσχὺν οὐ τοσοῦτον ἐν τῇ Ἰλιάδι ἔστι καταμαθεῖν, ὅσον ἐν τῇ Ὀδυσσείᾳ. ἐνταῦθα μὲν γὰρ πολλαὶ ἀφορμαὶ εἰς ῥητορείας δαψίλειαν, ἐκεῖ δὲ γλισχρότατος καὶ πάντῃ ὀλιγόϋλος ὁ τοῦ βιβλίου σκοπός. καὶ ὅμως ἐξήρκεσεν ὁ ποιητὴς βίβλον καὶ ἐκείνην τηλικήνδε καὶ τοιαύτην διασκευάσασθαι παραδεικνύων, ὅτι παμπλούσιός ἐστι καὶ πάνυ φιλότιμος ἔν τε πολυαφόρμοις καὶ ἐν μὴ τοιαύταις γραφαῖς. ὅθεν ἐκεῖνο μὲν τὸ βιβλίον ἀπὸ ἑνὸς προσώπου τοῦ Ὀδυσσέως ὠνόμασεν ὑποδηλῶν τὸ ὀλίγον τῆς τοῦ γράφειν ὕλης, ὡς μόνα δῆθεν λέξων τὰ κατὰ τὸν Ὀδυσσέα, εἰ καὶ ἄλλως κατὰ μέθοδον οἰκείαν καὶ ἕτερα πολλὰ παρενέπλεξε. ταύτην δὲ τὴν βίβλον συλληπτικώτερον Ἰλιάδα ἐκάλεσε καὶ οὔτε ἀπὸ ἑνός τινος ὡς ἐὰν Ἀχίλλεια ἤ τι τοιοῦτον ἐκαλεῖτο, οὔτε διὰ τοὺς Ἰλιεῖς, ὡς δηλαδὴ τὰ τῶν Ἰλιέων μόνων περιέχουσαν κακά, ἀλλ' ὅτι περιέχει τὰ κατὰ τὴν Ἴλιον συμπεσόντα ἤτοι τὰ Τρωϊκά, εἰ δέ τινες ἐπαγωνίζονται δεῖξαι, ὅτι ὡς οἷον ἀπὸ προσώπου παθόντος, τοῦ τῶν Ἰλιέων δηλαδὴ λαοῦ, ἡ ποίησις αὕτη ὠνόμασται Ἰλιάς, ὅθεν κερδήσαντες καὶ οἱ μετὰ τὸν Ὅμηρον τραγικοὶ καὶ ἕτεροι ἐκ προσώπων παθόντων οἰκεῖα πολλάκις ἐπιγράφουσι δράματα, οἱ τοιοῦτοι αὐτόθεν ἐλέγχονται ἄλλως τε καὶ ὅτι οὐχ' ἁπλῶς ἐνταῦθα ὁ ποιητὴς περὶ τῶν Ἰλιέων λέγει τί ἔπαθον, ἀλλὰ καὶ τοῦτο μέν, σκοπὸς δὲ αὐτῷ τοῦ βιβλίου, ὡς καὶ αὐτὸς ἐν προοιμίῳ ἐκτίθεται, εἰπεῖν ὅσα κακὰ ἐν τῷ καιρῷ τῆς τοῦ Ἀχιλλέως μήνιδος καὶ οἱ Τρῶες καὶ οἱ Ἕλληνες ἔπαθον καὶ μάλιστα οἱ Ἕλληνες. διὸ καὶ «οὐλομένην» εἰπὼν τὴν τοῦ Ἀχιλλέως μῆνιν ἐπάγει «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» μονονουχὶ λέγων ὀλεθρίαν γενέσθαι τὴν τοιαύτην μῆνιν, διότι κακὰ ἐξ αὐτῆς οἱ Ἀχαιοὶ ἔπαθον κατά τινα εἱμαρμένην, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. καὶ διὰ ταῦτα μὲν τὸ βιβλίον τοῦτο καλεῖται Ἰλιάς. Δοκεῖ δὲ ἡ τοιαύτη λέξις κτητικὴ εἶναι καὶ ἐλλειπτικῶς ἔχειν. ὥσπερ γὰρ λόγχη καὶ γῆ καὶ Τροία καὶ μάχη καὶ σκοπιὰ Ἰλιὰς παρὰ τοῖς τραγικοῖς